Thesauros Edebiyat Tragedya Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης Aeschylus

Stasimon 3

[Episode]
τίς γῆ; τί γένος; τίνα φῶ λεύσσειν
Ἰώ
τόνδε χαλινοῖς ἐν πετρίνοισιν
 
χειμαζόμενον;
 
τίνος ἀμπλακίας ποινὰς ὀλέκῃ;
 
σήμηνον ὅποι γῆς ἡ μογερὰ πεπλάνημαι. 565
 
ἆ ἆ, ἒ ἔ,
 
χρίει τις αὖ με τὰν τάλαιναν οἶστρος,
 
εἴδωλον Ἄργου γηγενοῦς, ἄλευʼ ἆ δᾶ· φοβοῦμαι
 
τὸν μυριωπὸν εἰσορῶσα βούταν.
 
ὁ δὲ πορεύεται δόλιον ὄμμʼ ἔχων, 570
 
ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει. 570
 
ἀλλʼ, ἐμὲ τὰν τάλαιναν
 
ἐξ ἐνέρων περῶν κυναγετεῖ, πλανᾷ
 
τε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμαν.
[Choral 1]
ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ
Ἰώ
ἀχέτας ὑπνοδόταν νόμον· 575
 
ἰὼ ἰὼ πόποι, ποῖ μʼ ἄγουσι τη-
 
λέπλαγκτοι πλάναι;
 
τί ποτέ μʼ, ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδʼ
 
ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν
 
πημοναῖσιν; ἓ ἕ, 580
 
οἰστρηλάτῳ δὲ δείματι
 
δειλαίαν παράκοπον ὧδε τείρεις;
 
πυρί με φλέξον, ἢ χθονὶ κάλυψον, ἤ
 
ποντίοις δάκεσι δὸς βοράν,
 
μηδέ μοι φθονήσῃς 585
 
εὐγμάτων, ἄναξ.
 
ἄδην με πολύπλανοι πλάναι 585
 
γεγυμνάκασιν, οὐδʼ ἔχω μαθεῖν ὅπα
 
πημονὰς ἀλύξω.
 
κλύεις φθέγμα τᾶς βούκερω παρθένου;
Προμηθεύς
πῶς δʼ οὐ κλύω τῆς οἰστροδινήτου κόρης,
 
τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρ 590
 
ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους
 
Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται.
Ἰώ
πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομʼ ἀπύεις;
 
εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν;
 
τίς ἄρα μʼ, ὦ τάλας, τὰν τάλαιναν ὧδʼ 595
 
ἔτυμα προσθροεῖς;
 
θεόσυτόν τε νόσον ὠνόμασας, ἃ
 
μαραίνει με χρίουσα κέντροις, ἰώ,
 
φοιταλέοισιν ἓ ἕ·
 
σκιρτημάτων δὲ νήστισιν 600
 
αἰκείαις λαβρόσυτος ἦλθον, Ἥρας 600
 
ἐπικότοισι μήδεσι δαμεῖσα. δυσ-
 
δαιμόνων δὲ τίνες οἵ, ἓ ἕ,
 
οἷʼ ἐγὼ μογοῦσιν;
 
ἀλλά μοι τορῶς
 
τέκμηρον ὅ τι μʼ ἐπαμμένει 605
 
παθεῖν, τί μῆχαρ, ἢ τί φάρμακον νόσου,
 
δεῖξον, εἴπερ οἶσθα·
 
θρόει, φράζε τᾷ δυσπλάνῳ παρθένῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi