Thesauros Edebiyat Tragedya Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης Aeschylus

Stasimon 2

[Choral 1]
μηδάμʼ ὁ πάντα νέμων
Χορός
θεῖτʼ ἐμᾷ γνώμᾳ κράτος ἀντίπαλον Ζεύς,
 
μηδʼ ἐλινύσαιμι θεοὺς ὁσίαις θοίναις ποτινισομένα 530
 
βουφόνοις παρʼ Ὠκεανοῦ πατρὸς ἄσβεστον πόρον,
 
μηδʼ ἀλίτοιμι λόγοις· 535
 
ἀλλά μοι τόδʼ ἐμμένοι καὶ μήποτʼ ἐκτακείη·
 
ἁδύ τι θαρσαλέαις
 
τὸν μακρὸν τείνειν βίον ἐλπίσι, φαναῖς
 
θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις. φρίσ-
 
σω δέ σε δερκομένα 540
 
μυρίοις μόχθοις διακναιόμενον .
 
Ζῆνα γὰρ οὐ τρομέων
 
ἰδίᾳ γνώμᾳ σέβῃ θνατοὺς ἄγαν, Προμηθεῦ.
[Choral 2]
φέρʼ, ὅπως ἄχαρις χάρις, ὦ φίλος· 545
Χορός
εἰπὲ ποῦ τίς ἀλκά;
 
τίς ἐφαμερίων ἄρηξις; οὐδʼ ἐδέρχθης
 
ὀλιγοδρανίαν ἄκικυν,
 
ἰσόνειρον, ᾇ τὸ φωτῶν
 
ἀλαὸν γένος ἐμπεποδισμένον; οὔποτε 550
 
τὰν Διὸς ἁρμονίαν θνατῶν παρεξίασι βουλαί.
 
ἔμαθον τάδε σὰς προσιδοῦσʼ ὀλο-
 
ὰς τύχας, Προμηθεῦ.
 
τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα
 
τόδʼ ἐκεῖνό θʼ, ὅ τʼ ἀμφὶ λουτρὰ 555
 
καὶ λέχος σὸν ὑμεναίουν
 
ἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον ἕδνοις
 
ἄγαγες Ἡσιόναν πείθὼν δάμαρτα κοινόλεκτρον. 560

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi