Thesauros Edebiyat Tragedya Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης Aeschylus

Parodos

[Episode]
χρόνον ἀθλεύσω. 95
Προμηθεύς
τοιόνδʼ ὁ νέος ταγὸς μακάρων
 
ἐξηῦρʼ ἐπʼ ἐμοὶ δεσμὸν ἀεικῆ.
 
φεῦ φεῦ, τὸ παρὸν τό τʼ ἐπερχόμενον
 
πῆμα στενάχω, πῇ ποτε μόχθων
 
χρὴ τέρματα τῶνδʼ ἐπιτεῖλαι. 100
 
καίτοι τί φημι; πάντα προυξεπίσταμαι
 
σκεθρῶς τὰ μέλλοντʼ, οὐδέ μοι ποταίνιον
 
πῆμʼ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴ
 
αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθʼ ὅτι
 
τὸ τῆς ἀνάγκης ἔστʼ ἀδήριτον σθένος. 105
 
ἀλλʼ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας
 
οἷόν τέ μοι τάσδʼ ἐστί. θνητοῖς γὰρ γέρα
 
πορὼν ἀνάγκαις ταῖσδʼ ἐνέζευγμαι τάλας.
 
ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς
 
πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης 110
 
πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος.
 
τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνω
 
ὑπαιθρίοις δεσμοῖς πεπασσαλευμένος.
 
ἆ ἆ ἔα ἔα.
 
τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μʼ ἀφεγγής, 115
 
θεόσυτος, ἢ βρότειος, ἢ κεκραμένη;
 
ἵκετο τερμόνιον ἐπὶ πάγον
 
πόνων ἐμῶν θεωρός, ἢ τί δὴ θέλων;
 
ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν
 
τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς 120
 
διʼ ἀπεχθείας ἐλθόνθʼ ὁπόσοι
 
τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν,
 
διὰ τὴν λίαν φιλότητα βροτῶν.
 
φεῦ φεῦ, τί ποτʼ αὖ κινάθισμα κλύω
 
πέλας οἰωνῶν; αἰθὴρ δʼ ἐλαφραῖς 125
 
πτερύγων ῥιπαῖς ὑποσυρίζει.
 
πᾶν μοι φοβερὸν τὸ προσέρπον.
[Choral 1]
μηδὲν φοβηθῇς· φιλία
Χορός
γὰρ ἅδε τάξις πτερύγων
 
θοαῖς ἁμίλλαις προσέβα
 
τόνδε πάγον, πατρῴας 130
 
μόγις παρειποῦσα φρένας.
 
κραιπνοφόροι δέ μʼ ἔπεμψαν αὖραι·
 
κτύπου γὰρ ἀχὼ χάλυβος
 
διῇξεν ἄντρων μυχόν, ἐκ 130
 
δʼ ἔπληξέ μου τὰν θεμερῶπιν αἰδῶ·
 
σύθην δʼ ἀπέδιλος ὄχῳ πτερωτῷ. 135
[Choral]
αἰαῖ αἰαῖ,
Προμηθεύς
τῆς πολυτέκνου Τηθύος ἔκγονα,
 
τοῦ περὶ πᾶσάν θʼ εἱλισσομένου
 
χθόνʼ ἀκοιμήτῳ ῥεύματι παῖδες
 
πατρὸς, Ὠκεανοῦ, 140
 
δέρχθητʼ, ἐσίδεσθʼ οἵῳ δεσμῷ,
 
προσπορπατὸς τῆσδε φάραγγος
 
σκοπέλοις ἐν ἄκροις
 
φρουρὰν ἄζηλον ὀχήσω.
[Choral 1]
λεύσσω, Προμηθεῦ· φοβερὰ
Χορός
δʼ ἐμοῖσιν ὄσσοις ὀμίχλα 145
 
προσῇξε πλήρης δακρύων
 
σὸν δέμας εἰσιδούσᾳ
 
πέτραις προσαυαινόμενον
 
ταῖσδʼ ἀδαμαντοδέτοισι λύμαις.
 
νέοι γὰρ οἰακονόμοι 150
 
κρατοῦσʼ, Ὀλύμπου· νεοχμοῖς
 
δὲ δὴ νόμοις Ζεὺς ἀθέτως κρατύνει. 150
 
τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.
[Choral]
εἰ γάρ μʼ ὑπὸ γῆν νέρθεν θʼ Ἅιδου
Προμηθεύς
τοῦ νεκροδέγμονος εἰς ἀπέρατον
 
Τάρταρον ἧκεν,
 
δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας, 155
 
ὡς μήτε θεὸς μήτε τις ἄλλος
 
τοῖσδʼ ἐπεγήθει.
 
νῦν δʼ αἰθέριον κίνυγμʼ ὁ τάλας
 
ἐχθροῖς ἐπίχαρτα πέπονθα.
[Choral 2]
τίς ὧδε τλησικάρδιος 160
Χορός
θεῶν, ὅτῳ τάδʼ ἐπιχαρῆ;
 
τίς οὐ ξυνασχαλᾷ κακοῖς
 
τεοῖσι, δίχα γε Διός; ὁ δʼ ἐπικότως ἀεὶ
 
θέμενος ἄγναμπτον νόον
 
δάμναται Οὐρανίαν 165
 
γένναν, οὐδὲ λήξει, πρὶν ἂν ἢ κορέσῃ κέαρ ἢ παλάμᾳ τινὶ
 
τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν.
[Choral]
ἦ μὴν ἔτʼ ἐμοῦ, καίπερ κρατεραῖς
Προμηθεύς
ἐν γυιοπέδαις αἰκιζομένου,
 
χρείαν ἕξει μακάρων πρύτανις, 170
 
δεῖξαι τὸ νέον βούλευμʼ ὑφʼ ὅτου
 
σκῆπτρον τιμάς τʼ ἀποσυλᾶται.
 
καί μʼ οὔτι μελιγλώσσοις πειθοῦς
 
ἐπαοιδαῖσιν θέλξει, στερεάς τʼ
 
οὔποτʼ ἀπειλὰς πτήξας τόδʼ ἐγὼ 175
 
καταμηνύσω,
 
πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ
 
ποινάς τε τίνειν
 
τῆσδʼ αἰκείας ἐθελήσῃ.
[Choral 2]
σὺ μὲν θρασύς τε καὶ πικραῖς 180
Χορός
δύαισιν οὐδὲν ἐπιχαλᾷς,
 
ἄγαν δʼ ἐλευθεροστομεῖς.
 
ἐμὰς δὲ φρένας ἐρέθισε διάτορος φόβος·
 
δέδια δʼ ἀμφὶ σαῖς τύχαις,
 
πᾷ ποτε τῶνδε πόνων 185
 
χρή σε τέρμα κέλ-
 
σαντʼ ἐσιδεῖν· ἀκίχητα γὰρ ἤθεα καὶ κέαρ
 
ἀπαράμυθον ἔχει Κρόνου παῖς.
[Choral]
οἶδʼ ὅτι τραχὺς καὶ παρʼ ἑαυτῷ
Προμηθεύς
τὸ δίκαιον ἔχων Ζεύς. ἀλλʼ ἔμπας ὀίω 190
 
μαλακογνώμων
 
ἔσται ποθʼ, ὅταν ταύτῃ ῥαισθῇ·
 
τὴν δʼ ἀτέραμνον στορέσας ὀργὴν
 
εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα
 
σπεύδων σπεύδοντί ποθʼ ἥξει. 195

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi