Thesauros Edebiyat Tragedya Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης Aeschylus

Prologos

Ἥφαιστος
ἵνʼ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν
 
ὄψει, σταθευτὸς δʼ ἡλίου φοίβῃ φλογὶ
 
χροιᾶς ἀμείψεις ἄνθος. ἀσμένῳ δέ σοι
 
ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,
 
πάχνην θʼ ἑῴαν ἥλιος σκεδᾷ πάλιν· 25
 
ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ
 
τρύσει σʼ· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.
 
τοιαῦτʼ ἐπηύρω τοῦ φιλανθρώπου τρόπου.
 
θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον
 
βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης. 30
 
ἀνθʼ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν
 
ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ·
 
πολλοὺς δʼ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς
 
φθέγξῃ· Διὸς γὰρ δυσπαραίτητοι φρένες.
 
ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ. 35
Κράτος
εἶεν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην;
 
τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,
 
ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;
Ἥφαιστος
τὸ συγγενές τοι δεινὸν ἥ θʼ ὁμιλία.
Κράτος
σύμφημʼ· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων 40
← Önceki Prologos · 2 / 5 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi