Thesauros Edebiyat Tragedya Πέρσαι

Πέρσαι

Πέρσαι Aeschylus

Epeisodion 3

Ἄτοσσα
φίλοι, κακῶν μὲν ὅστις ἔμπειρος κυρεῖ,
 
ἐπίσταται βροτοῖσιν ὡς ὅταν κλύδων
 
κακῶν ἐπέλθῃ πάντα δειμαίνειν φιλεῖ· 600
 
ὅταν δʼ ὁ δαίμων εὐροῇ, πεποιθέναι
 
τὸν αὐτὸν αἰεὶ δαίμονʼ οὐριεῖν τύχην.
 
ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα
 
ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν,
 
βοᾷ δʼ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος· 605
 
τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας.
 
τοιγὰρ κέλευθον τήνδʼ ἄνευ τʼ ὀχημάτων
 
χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν
 
ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰς
 
φέρουσʼ, ἅπερ νεκροῖσι μειλικτήρια, 610
 
βοός τʼ ἀφʼ ἁγνῆς λευκὸν εὔποτον γάλα,
 
τῆς τʼ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι,
 
λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα,
 
ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο
 
ποτὸν παλαιᾶς ἀμπέλου γάνος τόδε· 615
 
τῆς τʼ αἰὲν ἐν φύλλοισι θαλλούσης βίον
 
ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα,
 
ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα,
 
ἀλλʼ, ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρων
 
ὕμνους ἐπευφημεῖτε, τόν τε δαίμονα 620
 
Δαρεῖον ἀνακαλεῖσθε, γαπότους δʼ ἐγὼ
 
τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi