Thesauros Edebiyat Tragedya Πέρσαι

Πέρσαι

Πέρσαι Aeschylus

Stasimon 1

[Choral 1]
ἄνιʼ ἄνια κακὰ
Χορός
νεόκοτα καὶ δάιʼ·. αἰαῖ,
 
διαίνεσθε, Πέρσαι,
 
τόδʼ ἄχος κλύοντες.
Ἄγγελος
ὡς πάντα γʼ ἔστʼ ἐκεῖνα διαπεπραγμένα· 260
 
αὐτὸς δʼ ἀέλπτως νόστιμον βλέπω φάος.
Χορός
ἦ μακροβίοτος
 
ὅδε γέ τις αἰὼν ἐφάνθη
 
γεραιοῖς, ἀκούειν
 
τόδε πῆμʼ ἄελπτον. 265
Ἄγγελος
καὶ μὴν παρών γε κοὐ λόγους ἄλλων κλύων,
 
Πέρσαι, φράσαιμʼ ἂν οἷʼ ἐπορσύνθη κακά.
[Choral 2]
ὀτοτοτοῖ, μάταν
Χορός
τὰ πολλὰ βέλεα παμμιγῆ
 
γᾶς ἀπʼ Ἀσίδος ἦλθε δᾴ- 270
 
αν ἐφʼ Ἑλλάδα χώραν.
Ἄγγελος
πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένων
 
Σαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος.
Χορός
ὀτοτοτοῖ, φίλων
 
ἁλίδονα μέλεα πολυβαφῆ 275
← Önceki bölüm Stasimon 1 · 1 / 2 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi