Thesauros Edebiyat Tragedya Πέρσαι

Πέρσαι

Πέρσαι Aeschylus

Parodos

[Episode]
Τάδε μὲν Περσῶν τῶν οἰχομένων
Χορός
Ἑλλάδʼ ἐς αἶαν πιστὰ καλεῖται,
 
καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων
 
ἑδράνων φύλακες, κατὰ πρεσβείαν
 
οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς 5
 
Δαρειογενὴς
 
εἵλετο χώρας ἐφορεύειν.
 
ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ
 
καὶ πολυχρύσου στρατιᾶς ἤδη
 
κακόμαντις ἄγαν ὀρσολοπεῖται 10
 
θυμὸς ἔσωθεν.
 
πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴς
 
ᾤχωκε, νέον δʼ ἄνδρα βαΰζει,
 
κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς
 
ἄστυ τὸ Περσῶν ἀφικνεῖται· 15
 
οἵτε τὸ Σούσων ἠδʼ Ἀγβατάνων
 
καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος
 
προλιπόντες ἔβαν, τοὶ μὲν ἐφʼ ἵππων.
 
τοὶ δʼ ἐπὶ ναῶν, πεζοί τε βάδην
 
πολέμου στῖφος παρέχοντες· 20
 
οἷος Ἀμίστρης ἠδʼ Ἀρταφρένης
 
καὶ Μεγαβάτης ἠδʼ Ἀστάσπης,
 
ταγοὶ Περσῶν,
 
βασιλῆς βασιλέως ὕποχοι μεγάλου,
 
σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι, 25
 
τοξοδάμαντές τʼ ἠδʼ ἱπποβάται,
 
φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην
 
ψυχῆς εὐτλήμονι δόξῃ·
 
Ἀρτεμβάρης θʼ ἱππιοχάρμης
 
καὶ Μασίστρης, ὅ τε τοξοδάμας 30
 
ἐσθλὸς Ἰμαῖος, Φαρανδάκης θʼ,
 
ἵππων τʼ ἐλατὴρ Σοσθάνης.
 
ἄλλους δʼ ὁ μέγας καὶ πολυθρέμμων
 
Νεῖλος ἔπεμψεν· Σουσισκάνης,
 
Πηγασταγὼν Αἰγυπτογενής, 35
 
ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων
 
μέγας Ἀρσάμης, τάς τʼ ὠγυγίους
 
Θήβας ἐφέπων Ἀριόμαρδος,
 
καὶ ἑλειοβάται ναῶν ἐρέται
 
δεινοὶ πλῆθός τʼ ἀνάριθμοι. 40
 
ἁβροδιαίτων δʼ ἕπεται Λυδῶν
 
ὄχλος, οἵ τʼ ἐπίπαν ἠπειρογενὲς
 
κατέχουσιν ἔθνος, τοὺς Μητρογαθὴς
 
Ἀρκτεύς τʼ ἀγαθός, βασιλῆς δίοποι,
 
καὶ πολύχρυσοι Σάρδεις ἐπόχους 45
 
πολλοῖς ἅρμασιν ἐξορμῶσιν,
 
δίρρυμά τε καὶ τρίρρυμα τέλη,
 
φοβερὰν ὄψιν προσιδέσθαι.
 
στεῦται δʼ ἱεροῦ Τμώλου πελάται
 
ζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι, 50
 
Μάρδων, Θάρυβις, λόγχης ἄκμονες,
 
καὶ ἀκοντισταὶ Μυσοί· Βαβυλὼν δʼ
 
ἡ πολύχρυσος πάμμικτον ὄχλον
 
πέμπει σύρδην, ναῶν τʼ ἐπόχους
 
καὶ τοξουλκῷ λήματι πιστούς· 55
 
τὸ μαχαιροφόρον τʼ ἔθνος ἐκ πάσης
 
Ἀσίας ἕπεται
 
δειναῖς βασιλέως ὑπὸ πομπαῖς.
 
τοιόνδʼ ἄνθος Περσίδος αἴας
 
οἴχεται ἀνδρῶν, 60
 
οὓς πέρι πᾶσα χθὼν Ἀσιῆτις
 
θρέψασα πόθῳ στένεται μαλερῷ,
 
τοκέες τʼ ἄλοχοί θʼ ἡμερολεγδὸν
 
τείνοντα χρόνον τρομέονται.
[Choral 1]
πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη 65
Χορός
βασίλειος στρατὸς εἰς ἀν-
 
τίπορον γείτονα χώραν,
 
λινοδέσμῳ σχεδίᾳ πορθ-
 
μὸν ἀμείψας
 
Ἀθαμαντίδος Ἕλλας, 70
 
πολύγομφον ὅδισμα
 
ζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου.
 
πολυάνδρου δʼ Ἀσίας θούριος ἄρχων
 
ἐπὶ πᾶσαν χθόνα ποιμα-
 
νόριον θεῖον ἐλαύνει 75
 
διχόθεν, πεζονόμον τʼ ἔκ
 
τε θαλάσσας,
 
ἐχυροῖσι πεποιθὼς
 
στυφελοῖς ἐφέταις, χρυ-
 
σογόνου γενεᾶς ἰσόθεος φώς. 80
[Choral 2]
κυάνεον δʼ ὄμμασι λεύσσων
Χορός
φονίου δέργμα δράκοντος,
 
πολύχειρ καὶ πολυναύτας,
 
Σύριόν θʼ ἅρμα διώκων,
 
ἐπάγει δουρικλύτοις ἀν- 85
 
δράσι τοξόδαμνον Ἄρη.
 
δόκιμος δʼ οὔτις ὑποστὰς
 
μεγάλῳ ῥεύματι φωτῶν
 
ἐχυροῖς ἕρκεσιν εἴργειν
 
ἄμαχον κῦμα θαλάσσας· 90
 
ἀπρόσοιστος γὰρ ὁ Περσᾶν
 
στρατὸς ἀλκίφρων τε λαός.
[Choral 3]
θεόθεν γὰρ κατὰ Μοῖρʼ
Χορός
ἐκράτησεν τὸ παλαι-
 
όν, ἐπέσκηψε δὲ Πέρσαις 95
 
πολέμους πυργοδαΐκτους
 
διέπειν ἱππιοχάρμας
 
τε κλόνους
 
πόλεών τʼ ἀναστάσεις.
 
ἔμαθον δʼ εὐρυπόροι- 100
 
ο θαλάσσας πολιαι-
 
νομένας πνεύματι λάβρῳ
 
ἐσορᾶν πόντιον ἄλσος,
 
πίσυνοι λεπτοδόμοις πεί-
 
σμασι λα- 105
 
οπόροις τε μαχαναῖς.
[Choral 4]
δολόμητιν δʼ ἀπάταν θεοῦ
Χορός
τίς ἀνὴρ θνατὸς ἀλύξει;
 
τίς ὁ κραιπνῷ ποδὶ πήδη-
 
μα τόδʼ εὐπετῶς ἀνᾴσσων; 110
 
φιλόφρων γὰρ παρασαίνει
 
βροτὸν εἰς ἄρκυας Ἄτα,
 
τόθεν οὐκ ἔστιν ὕπερθέν
 
νιν ἄνατον ἐξαλύξαι.
[Choral 5]
ταῦτά μοι μελαγχίτων 115
Χορός
φρὴν ἀμύσσεται φόβῳ,
 
ὀᾶ, Περσικοῦ στρατεύματος
 
τοῦδε, μὴ πόλις πύθη-
 
ται κένανδρον μέγʼ ἄστυ Σουσίδος,
 
καὶ τὸ Κισσίων πόλισμʼ 120
 
ἀντίδουπον ᾄσεται,
 
ὀᾶ, τοῦτʼ ἔπος γυναικοπλη-
 
θὴς ὅμιλος ἀπύων,
 
βυσσίνοις δʼ ἐν πέπλοις πέσῃ λακίς. 125
[Choral 6]
πᾶς γὰρ ἱππηλάτας
Χορός
καὶ πεδοστιβὴς λεὼς
 
σμῆνος ὣς ἐκλέλοιπεν μελισ-
 
σᾶν σὺν ὀρχάμῳ στρατοῦ,
 
τὸν ἀμφίζευκτον ἐξαμείψας 130
 
ἀμφοτέρας ἅλιον
 
πρῶνα κοινὸν αἴας.
 
λέκτρα δʼ ἀνδρῶν πόθῳ
 
πίμπλαται δακρύμασιν·
 
Περσίδες δʼ ἁβροπενθεῖς ἑκά- 135
 
στα πόθῳ φιλάνορι
 
τὸν αἰχμάεντα θοῦρον εὐνα-
 
τῆρʼ ἀποπεμψαμένα
 
λείπεται μονόζυξ.
[Choral]
ἀλλʼ ἄγε, Πέρσαι, τόδʼ ἐνεζόμενοι 140
Χορός
στέγος ἀρχαῖον,
 
φροντίδα κεδνὴν καὶ βαθύβουλον
 
θώμεθα, χρεία δὲ προσήκει,
 
πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς
 
Δαρειογενής, 145
 
τὸ πατρωνύμιον γένος ἡμέτερον·
 
πότερον τόξου ῥῦμα τὸ νικῶν,
 
ἢ δορικράνου
 
λόγχης ἰσχὺς κεκράτηκεν.
 
ἀλλʼ ἥδε θεῶν ἴσον ὀφθαλμοῖς 150
 
φάος ὁρμᾶται μήτηρ βασιλέως,
 
βασίλεια δʼ ἐμή· προσπίτνω·
 
καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν
 
πάντας μύθοισι προσαυδᾶν.
 
ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη, 155
 
μῆτερ ἡ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι·
 
θεοῦ μὲν εὐνάτειρα Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς,
 
εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi