Thesauros Edebiyat Tragedya Πέρσαι

Πέρσαι

Πέρσαι Aeschylus

Stasimon 5

[Choral 1]
ὦ πόποι ἦ μεγάλας ἀγαθᾶς τε πο-
Χορός
λισσονόμου βιοτᾶς ἐπεκύρσαμεν,
 
εὖθʼ ὁ γηραιὸς
 
πανταρκὴς ἀκάκας 855
 
ἄμαχος βασιλεὺς
 
ἰσόθεος Δαρεῖος ἆρχε χώρας.
 
πρῶτα μὲν εὐδοκίμους στρατιὰς ἀπε-
 
φαινόμεθʼ, ἠδὲ νομίσματα πύργινα
 
πάντʼ ἐπηύθυνε, 860
 
νόστοι δʼ ἐκ πολέμων
 
ἀπόνους ἀπαθεῖς
 
ἀνέρας εὖ πράσσοντας ἆγον οἴκους.
[Choral 2]
ὅσσας δʼ εἷλε πόλεις πόρον
Χορός
οὐ διαβὰς Ἅλυος ποταμοῖο, 865
 
οὐδʼ ἀφʼ ἑστίας συθείς,
 
οἷαι Στρυμονίου πελά-
 
γους Ἀχελωίδες εἰσὶ πάροικοι
 
Θρῃκίων ἐπαύλων, 870
 
λίμνας τʼ ἔκτοθεν αἳ κατὰ
 
χέρσον ἐληλαμέναι πέρι πύργον
 
τοῦδʼ ἄνακτος ἄιον,
 
Ἕλλας τʼ ἀμφὶ πόρον πλατὺν 875
 
εὐχόμεναι, μυχία τε Προποντίς,
 
καὶ στόμωμα Πόντου·
[Choral 3]
νᾶσοί θʼ αἳ κατὰ πρῶνʼ
Χορός
ἅλιον περίκλυστοι 880
 
τᾷδε γᾷ προσήμεναι
 
οἵα Λέσβος ἐλαι-
 
όφυτός τε Σάμος, Χίος
 
ἠδὲ Πάρος, Νάξος, Μύκο-
 
νος, Τήνῳ τε συνάπτουσʼ 885
 
Ἀνδρος ἀγχιγείτων,
 
καὶ τὰς ἀγχιάλους
 
ἐκράτυνε μεσάκτους,
 
Λῆμνον, Ἰκάρου θʼ ἕδος, 890
 
καὶ Ῥόδον ἠδὲ Κνίδον
 
Κυπρίας τε πόλεις, Πάφον,
 
ἠδὲ Σόλους, Σαλαμῖνά τε,
 
τᾶς νῦν ματρόπολις τῶνδʼ 895
 
αἰτία στεναγμῶν.
[Choral]
καὶ τὰς εὐκτεάνους κατὰ
Χορός
κλῆρον Ἰαόνιον πολυάνδρους
 
Ἑλλάνων ἐκράτει σφετέραις φρεσίν. 900
 
ἀκάματον δὲ παρῆν σθένος
 
ἀνδρῶν τευχηστήρων
 
παμμίκτων τʼ ἐπικούρων.
 
νῦν δʼ οὐκ ἀμφιλόγως
 
θεότρεπτα τάδʼ αὖ 905
 
φέρομεν πολέμοισι
 
δμαθέντες μεγάλως
 
πλαγαῖσι ποντίαισιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi