Thesauros Edebiyat Tragedya Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Epeisodion 4

Θεράπων
κἄπειτ’ ἔλεξεν· Ὦ στρατήγʼ ὃς Ἀργόθεν
 
ἥκεις, τί τήνδε γαῖαν οὐκ εἰάσαμεν 805
 
805
 
805
 
καὶ τὰς Μυκήνας οὐδὲν ἐργάσῃ κακὸν
 
ἀνδρὸς στερήσας· ἀλλʼ ἐμοὶ μόνος μόνῳ
 
μάχην συνάψας, ἢ κτανὼν ἄγου λαβὼν
 
τοὺς Ἡρακλείους παῖδας ἢ θανὼν ἐμοὶ
 
τιμὰς πατρῴους καὶ δόμους ἔχειν ἄφες. 810
 
στρατὸς δʼ ἐπῄνεσ’, ἔς τʼ ἀπαλλαγὰς πόνων
 
καλῶς λελέχθαι μῦθον ἔς τʼ εὐψυχίαν.
 
ὃ δʼ οὔτε τοὺς κλύοντας αἰδεσθεὶς λόγων
 
οὔτʼ αὐτὸς αὑτοῦ δειλίαν στρατηγὸς ὢν
 
ἐλθεῖν ἐτόλμησʼ ἐγγὺς ἀλκίμου δορός, 815
 
ἀλλʼ ἦν κάκιστος· εἶτα τοιοῦτος γεγὼς
 
τοὺς Ἡρακλείους ἦλθε δουλώσων γόνους.
 
Ὕλλος μὲν οὖν ἀπῴχετ’ ἐς τάξιν πάλιν·
 
μάντεις δʼ, ἐπειδὴ μονομάχου διʼ ἀσπίδος
 
διαλλαγὰς ἔγνωσαν οὐ τελουμένας, 820
 
ἔσφαζον, οὐκ ἔμελλον, ἀλλʼ ἀφίεσαν
← Önceki Epeisodion 4 · 2 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi