Thesauros Edebiyat Tragedya Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Epeisodion 2

Ἰόλαος
ὦ παῖ, τί μοι σύννοιαν ὄμμασιν φέρων
 
ἥκεις; νέον τι πολεμίων λέξεις πέρι;
 
μέλλουσιν ἢ πάρεισιν ἢ τί πυνθάνῃ;
 
οὐ γάρ τι μὴ ψεύσῃς γε κήρυκος λόγους·
 
ὁ γὰρ στρατηγὸς εὐτυχὴς τὰ πρὸς θεῶν 385
 
εἶσιν, σάφʼ οἶδα, καὶ μάλʼ οὐ σμικρὸν φρονῶν,
 
ἐς τὰς Ἀθήνας. ἀλλὰ τῶν φρονημάτων
 
ὁ Ζεὺς κολαστὴς τῶν ἄγαν ὑπερφρόνων.
Δημοφῶν
ἥκει στράτευμʼ Ἀργεῖον Εὐρυσθεύς τʼ ἄναξ·
 
ἐγώ νιν αὐτὸς εἶδον. ἄνδρα γὰρ χρεών, 390
 
ὅστις στρατηγεῖν φησʼ ἐπίστασθαι καλῶς,
 
οὐκ ἀγγέλοισι τοὺς ἐναντίους ὁρᾶν.
 
πεδία μὲν οὖν γῆς ἐς τάδʼ οὐκ ἐφῆκέ πω
 
στρατόν, λεπαίαν δʼ ὀφρύην καθήμενος
 
σκοπεῖ — δόκησιν δὴ τόδʼ ἂν λέγοιμί σοι — 395
 
ποίᾳ προσάξει στρατόπεδον τὰ νῦν δορὸς
 
ἐν ἀσφαλεῖ τε τῆσδʼ ἱδρύσεται χθονός.
 
καὶ τἀμὰ μέντοι πάντʼ ἄραρʼ ἤδη καλῶς·
 
πόλις τʼ ἐν ὅπλοις, σφάγιά θʼ ἡτοιμασμένα
 
ἕστηκεν οἷς χρὴ ταῦτα τέμνεσθαι θεῶν, 400
← Önceki bölüm Epeisodion 2 · 1 / 12 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi