Thesauros Edebiyat Tragedya Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Stasimon 1

[Episode]
ὥρα προνοεῖν, πρὶν ὅροις πελάσαι
Χορός
στρατὸν Ἀργείων·
 
μάλα δʼ ὀξὺς Ἄρης ὁ Μυκηναίων, 290
 
ἐπὶ τοῖσι δὲ δὴ μᾶλλον ἔτʼ ἢ πρίν.
 
πᾶσι γὰρ οὗτος κήρυξι νόμος,
 
δὶς τόσα πυργοῦν τῶν γιγνομένων
 
πόσα νιν λέξειν βασιλεῦσι δοκεῖς,
 
ὡς δείνʼ ἔπαθεν καὶ παρὰ μικρὸν 295
 
ψυχὴν ἦλθεν διακναῖσαι;
Ἰόλαος
οὐκ ἔστι τοῦδε παισὶ κάλλιον γέρας,
 
ἢ πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι
 
γαμεῖν τʼ ἀπʼ ἐσθλῶν· ὃς δὲ νικηθεὶς πόθῳ
 
κακοῖς ἐκοινώνησεν, οὐκ ἐπαινέσω, 300
 
τέκνοις ὄνειδος οὕνεχʼ ἡδονῆς λιπεῖν.
 
τὸ δυστυχὲς γὰρ ηὑγένει’ ἀμύνεται
 
τῆς δυσγενείας μᾶλλον· ἡμεῖς γὰρ κακῶν
 
ἐς τοὔσχατον πεσόντες ηὕρομεν φίλους
 
καὶ ξυγγενεῖς τούσδʼ, οἳ τοσῆσδʼ οἰκουμένης 305
 
Ἑλληνίδος γῆς τῶνδε προύστησαν μόνοι.
 
δότ’, ὦ τέκνʼ, αὐτοῖς χεῖρα δεξιάν, δότε·
 
ὑμεῖς τε παισί, καὶ πέλας προσέλθετε.
 
ὦ παῖδες, ἐς μὲν πεῖραν ἤλθομεν φίλων·
 
ἢν δʼ οὖν ποθʼ ὑμῖν νόστος ἐς πάτραν φανῇ 310
 
καὶ δώματʼ οἰκήσητε καὶ τιμὰς πατρός
 
 
σωτῆρας αἰεὶ καὶ φίλους νομίζετε,
 
καὶ μήποτʼ ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυ
 
μέμνησθέ μοι τήνδʼ, ἀλλὰ φιλτάτην πόλιν
 
πασῶν νομίζετʼ. ἄξιοι δʼ ὑμῖν σέβειν 315
 
οἳ γῆν τοσήνδε καὶ Πελασγικὸν λεὼν
 
ἡμῶν ἀπηλλάξαντο πολεμίους ἔχειν,
 
πτωχοὺς ἀλήτας εἰσορῶντες· ἀλλʼ ὅμως
 
οὐκ ἐξέδωκαν οὐδʼ ἀπήλασαν χθονός.
 
ἐγὼ δὲ καὶ ζῶν καὶ θανών, ὅταν θάνω, 320
 
πολλῷ σʼ ἐπαίνῳ Θησέως, ὦ τᾶν, πέλας
 
ὑψηλὸν ἀρῶ καὶ λέγων τάδʼ εὐφρανῶ
 
ὡς εὖ τʼ ἐδέξω καὶ τέκνοισιν ἤρκεσας
 
τοῖς Ἡρακλείοις, εὐγενὴς δʼ ἀνʼ Ἑλλάδα
 
σῴζεις πατρῴαν δόξαν, ἐξ ἐσθλῶν δὲ φὺς 325
 
οὐδὲν κακίων τυγχάνεις γεγὼς πατρός,
 
παύρων μετʼ ἄλλων· ἕνα γὰρ ἐν πολλοῖς ἴσως
 
εὕροις ἂν ὅστις ἐστὶ μὴ χείρων πατρός.
Χορός
ἀεί ποθʼ ἥδε γαῖα τοῖς ἀμηχάνοις
 
σὺν τῷ δικαίῳ βούλεται προσωφελεῖν. 330
 
τοιγὰρ πόνους δὴ μυρίους ὑπὲρ φίλων
 
ἤνεγκε, καὶ νῦν τόνδʼ ἀγῶνʼ ὁρῶ πέλας.
Δημοφῶν
σοί τʼ εὖ λέλεκται, καὶ τὰ τῶνδʼ αὐχῶ, γέρον,
 
τοιαῦτʼ ἔσεσθαι· μνημονεύσεται χάρις.
 
κἀγὼ μὲν ἀστῶν σύλλογον ποήσομαι, 335
 
τάξω δʼ, ὅπως ἂν τὸν Μυκηναίων στρατὸν
 
πολλῇ δέχωμαι χειρί· πρῶτα μὲν σκοποὺς
 
πέμψω πρὸς αὐτόν, μὴ λάθῃ με προσπεσών·
 
ταχὺς γὰρ Ἄργει πᾶς ἀνὴρ βοηδρόμος·
 
μάντεις δʼ ἀθροίσας θύσομαι. σὺ δʼ ἐς δόμους 340
 
σὺν παισὶ χώρει, Ζηνὸς ἐσχάραν λιπών.
 
εἰσὶν γὰρ οἵ σου, κἂν ἐγὼ θυραῖος ὦ,
 
μέριμναν ἕξουσʼ. ἀλλʼ ἴθʼ ἐς δόμους, γέρον.
Ἰόλαος
οὐκ ἂν λίποιμι βωμόν· ἑζώμεσθα δὴ
 
ἱκέται μένοντες ἐνθάδʼ εὖ πρᾶξαι πόλιν· 345
 
ὅταν δʼ ἀγῶνος τοῦδʼ ἀπαλλαχθῇς καλῶς,
 
ἴμεν πρὸς οἴκους. θεοῖσι δʼ οὐ κακίοσιν
 
χρώμεσθα συμμάχοισιν Ἀργείων, ἄναξ·
 
τῶν μὲν γὰρ Ἥρα προστατεῖ, Διὸς δάμαρ,
 
ἡμῶν δʼ Ἀθηνᾶ. φημὶ δʼ εἰς εὐπραξίαν 350
 
καὶ τοῦθʼ ὑπάρχειν, θεῶν ἀμεινόνων τυχεῖν·
 
νικωμένη γὰρ Παλλὰς οὐκ ἀνέξεται.
[Choral 1]
Εἰ σὺ μέγʼ αὐχεῖς, ἕτεροι
Χορός
σοῦ πλέον οὐ μέλονται,
 
ὦ ξεῖν’ Ἀργόθεν ἐλθών, 355
 
μεγαληγορίαισι δʼ ἐμὰς
 
φρένας οὐ φοβήσεις.
 
μήπω ταῖς μεγάλαισιν οὕ-
 
τω καὶ καλλιχόροις Ἀθή-
 
ναις εἴη· σὺ δʼ ἄφρων, ὅ τʼ Ἄρ- 360
 
γει Σθενέλου τύραννος.
 
ὃς πόλιν ἐλθὼν ἑτέραν
 
οὐδὲν ἐλάσσονʼ Ἄργους,
 
θεῶν ἱκτῆρας ἀλάτας
 
καὶ ἐμᾶς χθονὸς ἀντομένους 365
 
ξένος ὢν βιαίως
 
ἕλκεις, οὐ βασιλεῦσιν εἴ-
 
ξας, οὐκ ἄλλο δίκαιον εἰ-
 
πών· ποῦ ταῦτα καλῶς ἂν εἴ-
 
η παρά γʼ εὖ φρονοῦσιν; 370
[Choral]
Εἰρήνα μὲν ἐμοί γʼ ἀρέ-
Χορός
σκει· σὺ δʼ, ὦ κακόφρων ἄναξ,
 
λέγω, εἰ πόλιν ἥξεις,
 
οὐχ οὕτως ἃ δοκεῖς κυρή-
 
σεις· οὐ σοὶ μόνῳ ἔγχος οὐδʼ 375
 
ἰτέα κατάχαλκός ἐστιν.
 
ἀλλʼ οὐ, πολέμων ἐραστάς,
 
μή μοι δορὶ συνταράξεις
 
τὰν εὖ χαρίτων ἔχουσαν
 
πόλιν, ἀλλʼ ἀνάσχου. 380

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi