Thesauros Edebiyat Tragedya Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Epeisodion 1

Χορός
οὐκοῦν τυράννῳ τῆσδε γῆς φράσαντά σε
 
χρῆν ταῦτα τολμᾶν, ἀλλὰ μὴ βίᾳ ξένους
 
θεῶν ἀφέλκειν, γῆν σέβοντʼ ἐλευθέραν.
Κῆρυξ
τίς δʼ ἐστὶ χώρας τῆσδε καὶ πόλεως ἄναξ;
Χορός
ἐσθλοῦ πατρὸς παῖς Δημοφῶν ὁ Θησέως. 115
Κῆρυξ
πρὸς τοῦτον ἁγὼν ἆρα τοῦδε τοῦ λόγου
 
μάλιστʼ ἂν εἴη· τἄλλα δʼ εἴρηται μάτην.
Χορός
καὶ μὴν ὅδʼ αὐτὸς ἔρχεται σπουδὴν ἔχων
 
Ἀκάμας τʼ ἀδελφός, τῶνδʼ ἐπήκοοι λόγων.
Δημοφῶν
ἐπείπερ ἔφθης πρέσβυς ὢν νεωτέρους 120
 
βοηδρομήσας τήνδʼ ἐπʼ ἐσχάραν Διός,
 
λέξον, τίς ὄχλον τόνδʼ ἀθροίζεται τύχη;
Χορός
ἱκέται κάθηνται παῖδες οἵδʼ Ἡρακλέους
 
βωμὸν καταστέψαντες, ὡς ὁρᾷς, ἄναξ,
 
πατρός τε πιστὸς Ἰόλεως παραστάτης. 125
Δημοφῶν
τί δῆτʼ ἰυγμῶν ἥδʼ ἐδεῖτο συμφορά;
Χορός
βίᾳ νιν οὗτος τῆσδʼ ἀπʼ ἐσχάρας ἄγειν
 
ζητῶν βοὴν ἔστησε κἄσφηλεν γόνυ
 
γέροντος, ὥστε μʼ ἐκβαλεῖν οἴκτῳ δάκρυ.
Δημοφῶν
καὶ μὴν στολήν γʼ Ἕλληνα καὶ ῥυθμὸν πέπλων 130
 
ἔχει, τὰ δʼ ἔργα βαρβάρου χερὸς τάδε.
 
σὸν δὴ τὸ φράζειν ἐστί, μὴ μέλλειν τ’, ἐμοὶ
 
ποίας ἀφῖξαι δεῦρο γῆς ὅρους λιπών;
Κῆρυξ
Ἀργεῖός εἰμι· τοῦτο γὰρ θέλεις μαθεῖν·
 
ἐφʼ οἷσι δʼ ἥκω καὶ παρʼ οὗ λέγειν θέλω. 135
 
πέμπει Μυκηνῶν δεῦρό μʼ Εὐρυσθεὺς ἄναξ
 
ἄξοντα τούσδε· πολλὰ δʼ ἦλθον, ὦ ξένε,
 
δίκαιʼ ὁμαρτῇ δρᾶν τε καὶ λέγειν ἔχων.
 
Ἀργεῖος ὢν γὰρ αὐτὸς Ἀργείους ἄγω
 
ἐκ τῆς ἐμαυτοῦ τούσδε δραπέτας ἔχων, 140
 
νόμοισι τοῖς ἐκεῖθεν ἐψηφισμένους
 
θανεῖν· δίκαιοι δʼ ἐσμὲν οἰκοῦντες πόλιν
 
αὐτοὶ καθʼ αὑτῶν κυρίους κραίνειν δίκας.
 
πολλῶν δὲ κἄλλων ἑστίας ἀφιγμένοι
 
ἐν τοῖσιν αὐτοῖς τοισίδʼ ἕσταμεν λόγοις, 145
 
κοὐδεὶς ἐτόλμησʼ ἴδια προσθέσθαι κακά.
 
ἀλλʼ ἤ τινʼ ἐς σὲ μωρίαν ἐσκεμμένοι
 
δεῦρʼ ἦλθον ἢ κίνδυνον ἐξ ἀμηχάνων
 
ῥίπτοντες, εἴτʼ οὖν εἴτε μὴ γενήσεται·
 
οὐ γὰρ φρενήρη γʼ ὄντα σʼ ἐλπίζουσί που 150
 
μόνον τοσαύτης ἣν ἐπῆλθον Ἑλλάδος
 
τὰς τῶνδʼ ἀβούλους συμφορὰς κατοικτιεῖν.
 
φέρʼ ἀντίθες γάρ· τούσδε τʼ ἐς γαῖαν παρεὶς
 
ἡμᾶς τʼ ἐάσας ἐξάγειν, τί κερδανεῖς;
 
τὰ μὲν παρʼ ἡμῶν τοιάδʼ ἔστι σοι λαβεῖν, 155
 
Ἄργους τοσήνδε χεῖρα τήν τʼ Εὐρυσθέως
 
ἰσχὺν ἅπασαν τῇδε προσθέσθαι πόλει.
 
ἢν δʼ ἐς λόγους τε καὶ τὰ τῶνδʼ οἰκτίσματα
 
βλέψας πεπανθῇς, ἐς πάλην καθίσταται
 
δορὸς τὸ πρᾶγμα· μὴ γὰρ ὡς μεθήσομεν 160
 
δόξῃς ἀγῶνα τόνδʼ ἄτερ χαλυβδικοῦ.
 
τί δῆτα φήσεις, ποῖα πεδίʼ ἀφαιρεθείς,
 
τί ῥυσιασθείς, πόλεμον Ἀργείοις ἔχειν;
 
ποίοις δʼ ἀμύνων συμμάχοις, τίνος δʼ ὕπερ
 
θάψεις νεκροὺς πεσόντας; ἦ κακὸν λόγον 165
 
κτήσῃ πρὸς ἀστῶν, εἰ γέροντος οὕνεκα,
 
τύμβου, τὸ μηδὲν ὄντος, ὡς εἰπεῖν ἔπος,
 
παίδων τε τῶνδʼ, ἐς ἄντλον ἐμβήσῃ πόδα.
 
ἐρεῖς τὸ λῷστον ἐλπίδʼ εὑρήσειν μόνον.
 
καὶ τοῦτο πολλῷ τοῦ παρόντος ἐνδεές· 170
 
κακῶς γὰρ Ἀργείοισιν οἵδ’ ὡπλισμένοις
 
μάχοιντʼ ἂν ἡβήσαντες, εἴ τι τοῦτό σε
 
ψυχὴν ἐπαίρει· χοὑν μέσῳ πολὺς χρόνος
 
ἐν ᾧ διεργασθεῖτʼ ἄν. ἀλλʼ ἐμοὶ πιθοῦ·
 
δοὺς μηδέν, ἀλλὰ τἄμ’ ἐῶν ἄγειν ἐμὲ 175
 
κτῆσαι Μυκήνας, μηδʼ ὅπερ φιλεῖτε δρᾶν
 
πάθῃς σὺ τοῦτο, τοὺς ἀμείνονας παρὸν
 
φίλους ἑλέσθαι, τοὺς κακίονας λάβῃς.
Χορός
τίς ἂν δίκην κρίνειεν ἢ γνοίη λόγον,
 
πρὶν ἂν παρʼ ἀμφοῖν μῦθον ἐκμάθῃ σαφῶς; 180
Ἰόλαος
ἄναξ — ὑπάρχει μὲν τόδʼ ἐν τῇ σῇ χθονί —
 
εἰπεῖν ἀκοῦσαί τʼ ἐν μέρει πάρεστί μοι,
 
κοὐδείς μʼ ἀπώσει πρόσθεν, ὥσπερ ἄλλοθεν.
 
ἡμῖν δὲ καὶ τῷδʼ οὐδέν ἐστιν ἐν μέρει·
 
ἐπεὶ γὰρ Ἄργους οὐ μέτεσθʼ ἡμῖν ἔτι, 185
 
ψήφῳ δοκῆσαν, ἀλλὰ φεύγομεν πάτραν,
 
πῶς ἂν δικαίως ὡς Μυκηναίους ἄγοι
 
ὧδʼ ὄντας ἡμᾶς, οὓς ἀπήλασαν χθονός;
 
ξένοι γάρ ἐσμεν. ἢ τὸν Ἑλλήνων ὅρον
 
φεύγειν δικαιοῦθʼ ὅστις ἂν τἄργος φύγῃ; 190
 
οὔκουν Ἀθήνας γʼ· οὐ γὰρ Ἀργείων φόβῳ
 
τοὺς Ἡρακλείους παῖδας ἐξελῶσι γῆς.
 
οὐ γάρ τι Τραχίς ἐστιν οὐδʼ Ἀχαιικὸν
 
πόλισμʼ, ὅθεν σὺ τούσδε, τῇ δίκῃ μὲν οὔ,
 
τὸ δʼ Ἄργος ὀγκῶν, οἷάπερ καὶ νῦν λέγεις, 195
 
ἤλαυνες ἱκέτας βωμίους καθημένους.
 
εἰ γὰρ τόδʼ ἔσται καὶ λόγους κρινοῦσι σούς,
 
οὐκ οἶδʼ Ἀθήνας τάσδʼ ἐλευθέρας ἔτι.
 
ἀλλʼ οἶδʼ ἐγὼ τὸ τῶνδε λῆμα καὶ φύσιν·
 
θνῄσκειν θελήσουσʼ· ἡ γὰρ αἰσχύνη πάρος 200
 
τοῦ ζῆν παρʼ ἐσθλοῖς ἀνδράσιν νομίζεται.
 
πόλιν μὲν ἀρκεῖ· καὶ γὰρ οὖν ἐπίφθονον
 
λίαν ἐπαινεῖν ἐστι, πολλάκις δὲ δὴ
 
καὐτὸς βαρυνθεὶς οἶδʼ ἄγαν αἰνούμενος.
 
σοὶ δʼ ὡς ἀνάγκη τούσδε βούλομαι φράσαι 205
 
σῴζειν, ἐπείπερ τῆσδε προστατεῖς χθονός.
 
Πιτθεὺς μέν ἐστι Πέλοπος, ἐκ δὲ Πιτθέως
 
Αἴθρα, πατὴρ δʼ ἐκ τῆσδε γεννᾶται σέθεν
 
Θησεύς. πάλιν δὲ τῶνδʼ ἄνειμί σοι γένος.
 
Ἡρακλέης ἦν Ζηνὸς Ἀλκμήνης τε παῖς, 210
 
κείνη δὲ Πέλοπος θυγατρός. αὐτανεψίων
 
πατὴρ ἂν εἴη σός τε χὡ τούτων γεγώς.
 
γένους μὲν ἥκεις ὧδε τοῖσδε, Δημοφῶν·
 
ἃ δʼ ἐκτὸς ἤδη τοῦ προσήκοντός σε δεῖ
 
τεῖσαι λέγω σοι παισί· φημὶ γάρ ποτε 215
 
σύμπλους γενέσθαι τῶνδʼ ὑπασπίζων πατρὶ
 
ζωστῆρα Θησεῖ τὸν πολυκτόνον μέτα·
 
Ἅιδου τʼ ἐρυμνῶν ἐξανήγαγεν μυχῶν
 
πατέρα σόν· Ἑλλὰς πᾶσα τοῦτο μαρτυρεῖ.
 
ὧν ἀντιδοῦναί σʼ οἵδʼ ἀπαιτοῦσιν χάριν, 220
 
μήτʼ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν
 
τῶν σῶν ἀποσπασθέντες ἐκπεσεῖν χθονός.
 
σοὶ γὰρ τόδʼ αἰσχρὸν χωρίς, ἔν τε πόλει κακόν,
 
ἱκέτας ἀλήτας συγγενεῖς, οἴμοι, κακῶς —
 
βλέψον πρὸς αὐτοὺς βλέψον· — ἕλκεσθαι βίᾳ. 225
 
ἀλλʼ ἄντομαί σε καὶ καταστέφω χεροῖν,
 
καὶ πρὸς γενείου, μηδαμῶς ἀτιμάσῃς
 
τοὺς Ἡρακλείους παῖδας ἐς χέρας λαβών·
 
γενοῦ δὲ τοῖσδε συγγενής, γενοῦ φίλος
 
πατὴρ ἀδελφὸς δεσπότης· ἅπαντα γὰρ 230
 
ταῦτʼ ἐστὶ κρείσσω πλὴν ὑπʼ Ἀργείοις πεσεῖν.
Χορός
ᾤκτιρʼ ἀκούσας τούσδε συμφορᾶς, ἄναξ.
 
τὴν δʼ εὐγένειαν τῆς τύχης νικωμένην
 
νῦν δὴ μάλιστʼ ἐσεῖδον· οἵδε γὰρ πατρὸς
 
ἐσθλοῦ γεγῶτες δυστυχοῦσʼ ἀναξίως. 235
Δημοφῶν
τρισσαί μʼ ἀναγκάζουσι συμφορᾶς ὁδοί,
 
Ἰόλαε, τοὺς σοὺς μὴ παρώσασθαι ξένους·
 
τὸ μὲν μέγιστον Ζεὺς ἐφʼ οὗ σὺ βώμιος
 
θακεῖς νεοσσῶν τήνδʼ ἔχων πανήγυριν·
 
τὸ συγγενές τε καὶ τὸ προυφείλειν καλῶς 240
 
πράσσειν παρʼ ἡμῶν τούσδε πατρῴαν χάριν·
 
τό τʼ αἰσχρόν, οὗπερ δεῖ μάλιστα φροντίσαι·
 
εἰ γὰρ παρήσω τόνδε συλᾶσθαι βίᾳ
 
ξένου πρὸς ἀνδρὸς βωμόν, οὐκ ἐλευθέραν
 
οἰκεῖν δοκήσω γαῖαν, Ἀργείων δʼ ὄκνῳ 245
 
ἱκέτας προδοῦναι· καὶ τάδʼ ἀγχόνης πέλας.
 
ἀλλʼ ὤφελες μὲν εὐτυχέστερος μολεῖν,
 
ὅμως δὲ καὶ νῦν μὴ τρέσῃς ὅπως σέ τις
 
σὺν παισὶ βωμοῦ τοῦδʼ ἀποσπάσει βίᾳ.
 
σὺ δʼ Ἄργος ἐλθὼν ταῦτά τʼ Εὐρυσθεῖ φράσον, 250
 
πρὸς τοῖσδέ τʼ, εἴ τι τοισίδʼ ἐγκαλεῖ ξένοις,
 
δίκης κυρήσειν· τούσδε δʼ οὐκ ἄξεις ποτέ.
Κῆρυξ
οὐκ ἢν δίκαιον ᾖ τι καὶ νικῶ λόγῳ;
Δημοφῶν
καὶ πῶς δίκαιον τὸν ἱκέτην ἄγειν βίᾳ;
Κῆρυξ
οὐκ οὖν ἐμοὶ τόδʼ αἰσχρόν, ἀλλʼ οὐ σοὶ βλάβος; 255
Δημοφῶν
ἐμοί γʼ, ἐάν σοι τούσδʼ ἐφέλκεσθαι μεθῶ.
Κῆρυξ
σὺ δʼ ἐξόριζε, κᾆτʼ ἐκεῖθεν ἄξομεν.
Δημοφῶν
σκαιὸς πέφυκας τοῦ θεοῦ πλείω φρονῶν.
Κῆρυξ
δεῦρʼ, ὡς ἔοικε, τοῖς κακοῖσι φευκτέον.
Δημοφῶν
ἅπασι κοινὸν ῥῦμα δαιμόνων ἕδρα. 260
Κῆρυξ
ταῦτʼ οὐ δοκήσει τοῖς Μυκηναίοις ἴσως.
Δημοφῶν
οὐκ οὖν ἐγὼ τῶν ἐνθάδʼ εἰμὶ κύριος;
Κῆρυξ
βλάπτων γʼ ἐκείνους μηδέν, ἢν σὺ σωφρονῇς.
Δημοφῶν
βλάπτεσθʼ, ἐμοῦ γε μὴ μιαίνοντος θεούς.
Κῆρυξ
οὐ βούλομαί σε πόλεμον Ἀργείοις ἔχειν. 265
Δημοφῶν
κἀγὼ τοιοῦτος· τῶνδε δʼ οὐ μεθήσομαι.
Κῆρυξ
ἄξω γε μέντοι τοὺς ἐμοὺς ἐγὼ λαβών.
Δημοφῶν
οὐκ ἆρ’ ἐς Ἄργος ῥᾳδίως ἄπει πάλιν.
Κῆρυξ
πειρώμενος δὴ τοῦτό γʼ αὐτίκʼ εἴσομαι.
Δημοφῶν
κλαίων ἄρʼ ἅψῃ τῶνδε κοὐκ ἐς ἀμβολάς. 270
Χορός
μὴ πρὸς θεῶν κήρυκα τολμήσῃς θενεῖν.
Δημοφῶν
εἰ μή γʼ ὁ κῆρυξ σωφρονεῖν μαθήσεται.
Χορός
ἄπελθε· καὶ σὺ τοῦδε μὴ θίγῃς, ἄναξ.
Κῆρυξ
στείχω· μιᾶς γὰρ χειρὸς ἀσθενὴς μάχη.
 
ἥξω δὲ πολλὴν Ἄρεος Ἀργείου λαβὼν 275
 
πάγχαλκον αἰχμὴν δεῦρο. μυρίοι δέ με
 
μένουσιν ἀσπιστῆρες Εὐρυσθεύς τʼ ἄναξ
 
αὐτὸς στρατηγῶν· Ἀλκάθου δʼ ἐπʼ ἐσχάτοις
 
καραδοκῶν τἀνθένδε τέρμασιν μένει.
 
λαμπρὸς δʼ ἀκούσας σὴν ὕβριν φανήσεται 280
 
σοὶ καὶ πολίταις γῇ τε τῇδε καὶ φυτοῖς·
 
μάτην γὰρ ἥβην ὧδέ γʼ ἂν κεκτῄμεθα
 
πολλὴν ἐν Ἄργει, μή σε τιμωρούμενοι.
Δημοφῶν
φθείρου· τὸ σὸν γὰρ Ἄργος οὐ δέδοικʼ ἐγώ.
 
ἐνθένδε δʼ οὐκ ἔμελλες αἰσχύνας ἐμὲ 285
 
ἄξειν βίᾳ τούσδʼ· οὐ γὰρ Ἀργείων πόλει
 
ὑπήκοον τήνδʼ ἀλλʼ ἐλευθέραν ἔχω.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi