Thesauros Edebiyat Tragedya Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Eksodos

Χορός
χρῆν δʼ αὐτόν, οἶμαι, τῇδʼ ἀπιστῆσαι χθονί;
Ἀλκμήνη
χρῆν τόνδε μὴ ζῆν μηδʼ ὁρᾶν φάος ἔτι.
Χορός
τότʼ ἠδικήθη πρῶτον οὐ θανὼν ὅδε. 970
Ἀλκμήνη
οὐκ οὖν ἔτʼ ἐστὶν ἐν καλῷ δοῦναι δίκην;
Χορός
οὐκ ἔστι τοῦτον ὅστις ἂν κατακτάνοι.
Ἀλκμήνη
ἔγωγε· καίτοι φημὶ κἄμʼ εἶναί τινα.
Χορός
πολλὴν ἄρʼ ἕξεις μέμψιν, εἰ δράσεις τόδε.
Ἀλκμήνη
φιλῶ πόλιν τήνδʼ· οὐδὲν ἀντιλεκτέον. 975
 
τοῦτον δʼ, ἐπείπερ χεῖρας ἦλθεν εἰς ἐμάς,
 
οὐκ ἔστι θνητῶν ὅστις ἐξαιρήσεται.
 
πρὸς ταῦτα τὴν θρασεῖαν ὅστις ἂν θέλῃ
 
καὶ τὴν φρονοῦσαν μεῖζον ἢ γυναῖκα χρὴ
 
λέξει· τὸ δʼ ἔργον τοῦτʼ ἐμοὶ πεπράξεται. 980
Χορός
δεινόν τι καὶ συγγνωστόν, ὦ γύναι, σʼ ἔχει
 
νεῖκος πρὸς ἄνδρα τόνδε, γιγνώσκω καλῶς.
Ἐυρυσθεύς
γύναι, σάφʼ ἴσθι μή με θωπεύσοντά σε,
 
μηδʼ ἄλλο μηδὲν τῆς ἐμῆς ψυχῆς πέρι
 
λέξονθʼ ὅθεν χρὴ δειλίαν ὀφλεῖν τινα. 985
 
ἐγὼ δὲ νεῖκος οὐχ ἑκὼν τόδʼ ἠράμην·
 
ᾔδη γε σοὶ μὲν αὐτανέψιος γεγώς,
← Önceki Eksodos · 3 / 7 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi