Thesauros Edebiyat Tragedya Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Eksodos

Ἀλκμήνη
τί γὰρ σὺ κεῖνον οὐκ ἔτλης καθυβρίσαι;
 
ὃς καὶ παρʼ Ἅιδην ζῶντά νιν κατήγαγες,
 
ὕδρας λέοντάς τʼ ἐξαπολλύναι λέγων 950
 
ἔπεμπες. ἄλλα δʼ οἷ’ ἐμηχανῶ κακὰ
 
σιγῶ· μακρὸς γὰρ μῦθος ἂν γένοιτό μοι.
 
κοὐκ ἤρκεσέν σοι ταῦτα τολμῆσαι μόνον,
 
ἀλλʼ ἐξ ἁπάσης κἀμὲ καὶ τέκνʼ Ἑλλάδος
 
ἤλαυνες ἱκέτας δαιμόνων καθημένους, 955
 
τοὺς μὲν γέροντας, τοὺς δὲ νηπίους ἔτι.
 
ἀλλʼ ηὗρες ἄνδρας καὶ πόλισμʼ ἐλεύθερον,
 
οἵ σʼ οὐκ ἔδεισαν. δεῖ σε κατθανεῖν κακῶς,
 
καὶ κερδανεῖς ἅπαντα· χρῆν γὰρ οὐχ ἅπαξ
 
θνῄσκειν σὲ πολλὰ πήματʼ ἐξειργασμένον. 960
Χορός
οὐκ ἔστʼ ἀνυστὸν τόνδε σοι κατακτανεῖν.
Θεράπων
ἄλλως ἄρʼ αὐτὸν αἰχμάλωτον εἵλομεν;
Ἀλκμήνη
εἴργει δὲ δὴ τίς τόνδε μὴ θνῄσκειν νόμος;
Χορός
τοῖς τῆσδε χώρας προστάταισιν οὐ δοκεῖ.
Ἀλκμήνη
τί δὴ τόδʼ; ἐχθροὺς τοισίδʼ οὐ καλὸν κτανεῖν; 965
Χορός
οὐχ ὅντινʼ ἄν γε ζῶνθʼ ἕλωσιν ἐν μάχῃ.
Ἀλκμήνη
καὶ ταῦτα δόξανθʼ Ὕλλος ἐξηνέσχετο;
← Önceki Eksodos · 2 / 7 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi