Thesauros Edebiyat Tragedya Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Stasimon 4

[Choral 1]
Ἐμοὶ χορὸς μὲν ἡδύς, εἰ λίγεια λω-
Χορός
τοῦ χάρις ενι δαι·
 
εἴη δʼ εὔχαρις Ἀφροδί-
 
τα· τερπνὸν δέ τι καὶ φίλων ἆρʼ 895
 
εὐτυχίαν ἰδέσθαι
 
τῶν πάρος οὐ δοκούντων.
 
πολλὰ γὰρ
 
τίκτει Μοῖρα τελεσσιδώ-
 
τειρʼ Αἰών τε Χρόνου παῖς. 900
 
ἔχεις ὁδόν τινʼ, ὦ πόλις, δίκαιον — οὐ
 
χρή ποτε τοῦδʼ ἀφέσθαι, —
 
τιμᾶν θεούς· ὁ δὲ μή σε φά-
 
σκων ἐγγὺς μανιῶν ἐλαύνει,
 
δεικνυμένων ἐλέγχων 905
 
τῶνδʼ· ἐπίσημα γάρ τοι
 
θεὸς παραγ-
 
γέλλει, τῶν ἀδίκων παραι-
 
ρῶν φρονήματος αἰεί.
[Choral 2]
ἔστιν ἐν οὐρανῷ βεβα- 910
Χορός
κὼς τεὸς γόνος, ὦ γεραι-
 
ά· φεύγει λόγον ὡς τὸν Ἅι-
 
δα δόμον κατέβα, πυρὸς
 
δεινᾷ φλογὶ σῶμα δαισθείς·
 
Ἥβας τʼ ἐρατὸν χροΐζει 915
 
λέχος χρυσέαν κατʼ αὐλάν.
 
ὦ Ὑμέναιε, δισσοὺς παῖ-
 
δας Διὸς ἠξίωσας.
 
συμφέρεται τὰ πολλὰ πολ-
 
λοῖς· καὶ γὰρ πατρὶ τῶνδʼ Ἀθά- 920
 
ναν λέγουσʼ ἐπίκουρον εἶ-
 
ναι, καὶ τούσδε θεᾶς πόλις
 
καὶ λαὸς ἔσωσε κείνας·
 
ἔσχεν δʼ ὕβριν ἀνδρὸς ᾧ θυ-
 
μὸς ἦν πρὸ δίκας βίαιος. 925
 
μήποτʼ ἐμοὶ φρόνημα ψυ-
 
χά τʼ ἀκόρεστος εἴη.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi