Thesauros Edebiyat Tragedya Ἱκέτιδες

Ἱκέτιδες

Ἱκέτιδες Aeschylus

Epeisodion 4

Δαναός
εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι. 710
 
ὑμεῖς δὲ μὴ τρέσητʼ ἀκούσασαι πατρὸς
 
ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους.
 
ἱκεταδόκου γὰρ τῆσδʼ ἀπὸ σκοπῆς ὁρῶ
 
τὸ πλοῖον. εὔσημον γὰρ οὔ με λανθάνει·
 
στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς, 715
 
καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσʼ ὁδόν,
 
οἴακος εὐθυντῆρος ὑστάτου νεὼς
 
ἄγαν καλῶς κλύουσα, τοῖσιν οὐ φίλη.
 
πρέπουσι δʼ ἄνδρες νάιοι μελαγχίμοις
 
γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν, 720
 
καὶ τἄλλα πλοῖα πᾶσά θʼ ἡ ʼπικουρία
 
εὔπρεπτος· αὐτὴ δʼ ἡγεμὼν ὑπὸ χθόνα
 
στείλασα λαῖφος παγκρότως ἐρέσσεται.
 
ἀλλʼ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως
 
πρὸς πρᾶγμʼ ὁρώσας τῶνδε μὴ ἀμελεῖν θεῶν. 725
 
ἐγὼ δʼ ἀρωγοὺς ξυνδίκους θʼ ἥξω λαβών.
 
ἴσως γὰρ ἂν κῆρυξ τις ἢ πρέσβη μόλοι,
 
ἄγειν θέλοντες ῥυσίων ἐφάπτορες.
 
ἀλλʼ οὐδὲν ἔσται τῶνδε· μὴ τρέσητέ νιν.
 
ὅμως δʼ ἄμεινον, εἰ βραδύνοιμεν βοῇ, 730
 
ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε.
 
θάρσει· χρόνῳ τοι κυρίῳ τʼ ἐν ἡμέρᾳ
 
θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην.
Χορός
πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι
 
ἥκουσι· μῆκος δʼ οὐδὲν ἐν μέσῳ χρόνου. 735

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi