Epeisodion 1
Δαναός
παῖδες, φρονεῖν χρή· ξὺν φρονοῦντι δʼ ἥκετε
πιστῷ γέροντι τῷ δε ναυκλήρῳ πατρί.
καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν
αἰνῶ φυλάξαι τἄμʼ ἔπη δελτουμένας.
ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ·
180
σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι·
ὄχλον δʼ ὑπασπιστῆρα καὶ δορυσσόον
λεύσσω, ξὺν ἵπποις καμπύλοις τʼ ὀχήμασιν·
τάχʼ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται
ὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι.
185
ἀλλʼ εἴτʼ ἀπήμων εἴτε καὶ τεθηγμένος
ὠμῇ ξὺν ὀργῇ τόνδʼ ἐπόρνυται στόλον,
ἄμεινόν ἐστι παντὸς εἵνεκʼ, ὦ κόραι,
πάγον προσίζειν τόνδʼ ἀγωνίων θεῶν.
κρεῖσσον δὲ πύργου βωμός, ἄρρηκτον σάκος
190
ἀλλʼ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς
ἱκετηρίας, ἁγάλματʼ αἰδοίου Διός,
σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων,
αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖʼ ἔπη
ξένους ἀμείβεσθʼ, ὡς ἐπήλυδας πρέπει,
195