Thesauros Edebiyat Tragedya Ἱκέτιδες

Ἱκέτιδες

Ἱκέτιδες Aeschylus

Parodos

[Episode]
Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως
Χορός
στόλον ἡμέτερον νάιον ἀρθέντʼ
 
ἀπὸ προστομίων λεπτοψαμάθων
 
Νείλου. Δίαν δὲ λιποῦσαι
 
χθόνα σύγχορτον Συρίᾳ φεύγομεν, 5
 
οὔτινʼ ἐφʼ αἵματι δημηλασίαν
 
ψήφῳ πόλεως γνωσθεῖσαν,
 
ἀλλʼ αὐτογενεῖ φυξανορίᾳ
 
γάμον Αἰγύπτου παίδων ἀσεβῆ
 
ʼξʼονοταζόμεναι. 10
 
Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος
 
καὶ στασίαρχος τάδε πεσσονομῶν
 
κύδιστʼ ἀχέων ἐπέκρανε,
 
φεύγειν ἀνέδην διὰ κῦμʼ ἅλιον,
 
κέλσαι δʼ Ἄργους γαῖαν, ὅθεν δὴ 15
 
γένος ἡμέτερον τῆς οἰστροδόνου
 
βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας
 
Διὸς εὐχόμενον τετέλεσται.
 
τίνʼ ἂν οὖν χώραν εὔφρονα μᾶλλον
 
τῆσδʼ ἀφικοίμεθα 20
 
σὺν τοῖσδʼ ἱκετῶν ἐγχειριδίοις
 
ἐριοστέπτοισι κλάδοισιν;
 
ὦ πόλις, ὦ γῆ, καὶ λευκὸν ὕδωρ,
 
ὕπατοί τε θεοί, καὶ βαρύτιμοι
 
χθόνιοι θήκας κατέχοντες, 25
 
καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ
 
ὁσίων ἀνδρῶν, δέξασθʼ ἱκέτην
 
τὸν θηλυγενῆ στόλον αἰδοίῳ
 
πνεύματι χώρας· ἀρσενοπληθῆ δʼ
 
ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ, 30
 
πρὶν πόδα χέρσῳ τῆ δʼ ἐν ἀσώδει
 
θεῖναι, ξὺν ὄχῳ ταχυήρει
 
πέμψατε πόντονδʼ· ἔνθα δὲ λαίλαπι
 
χειμωνοτύπῳ, βροντῇ στεροπῇ τʼ
 
ὀμβροφόροισίν τʼ ἀνέμοις ἀγρίας 35
 
ἁλὸς ἀντήσαντες, ὄλοιντο,
 
πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει,
 
σφετεριξάμενοι πατραδέλφειαν
 
τήνδʼ ἀεκόντων ἐπιβῆναι.
 
νῦν δʼ ἐπικεκλομένα 40
 
Δῖον πόρτιν ὑπερ-
 
πόντιον τιμάορʼ, ἶνίν τʼ
 
ἀνθονομούσας προγόνου
 
βοὸς ἐξ ἐπιπνοίας
 
Ζηνὸς ἔφαψιν· ἐπωνυμίᾳ δʼ 45
 
ἐπεκραίνετο μόρσιμος αἰὼν
 
εὐλόγως,
 
Ἔπαφόν τʼ ἐγέννασεν·
 
ὅντʼ ἐπιλεξαμένα,
 
νῦν ἐν ποιονόμοις 50
 
ματρὸς ἀρχαίας τόποις τῶν
 
πρόσθε πόνων μνασαμένα,
 
τά τε νῦν ἐπιδείξω
 
πιστὰ τεκμήρια γαιονόμοις,
 
τὰ δʼ ἄελπτά περ ὄντα φανεῖται. 55
 
γνώσεται
 
δὲ λόγους τις ἐν μάκει.
 
εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων
 
ἔγγαιος οἶκτον οἰκτρὸν ἀίων,
 
δοξάσει τις ἀκούειν ὄπα τᾶς Τηρεΐας 60
 
Μήτιδος οἰκτρᾶς ἀλόχου,
 
κιρκηλάτου τʼ ἀηδόνος,
 
ἅτʼ ἀπὸ χλωρῶν πετάλων ἐργομένα
 
πενθεῖ μὲν οἶκτον ἠθέων·
 
ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως 65
 
ὤλετο πρὸς χειρὸς ἕθεν
 
δυσμάτορος κότου τυχών·
 
τὼς καὶ ἐγὼ φιλόδυρ-
 
τος Ἰαονίοισι νόμοισι
 
δάπτω τὰν ἁπαλὰν 70
 
Νειλοθερῆ παρειὰν
 
ἀπειρόδακρύν τε καρδίαν.
 
γοεδνὰ δʼ ἀνθεμίζομαι
 
δειμαίνουσα φίλους, τᾶσδε φυγᾶς
 
ἀερίας ἀπὸ γᾶς 75
 
εἴ τις ἐστὶ κηδεμών.
 
ἀλλά, θεοὶ γενέται
 
κλύετʼ εὖ τὸ δίκαιον ἰδόντες·
 
ἥβᾳ μὴ τέλεον
 
δόντες ἔχειν παρʼ αἶσαν, 80
 
ὕβριν δʼ ἑτοίμως στυγοῦντες,
 
πέλοιτʼ ἂν ἔνδικοι γάμοις.
 
ἔστι δὲ κἀκ πολέμου τειρομένοις
 
βωμὸς ἀρῆς φυγάσιν
 
ῥῦμα, δαιμόνων σέβας. 85
 
εὖ δʼ εἴη Διόθεν παναληθῶς.
 
Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη.
 
παντᾷ τοι φλεγέθει
 
κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ
 
μερόπεσσι λαοῖς. 90
 
πίπτει δʼ ἀσφαλὲς οὐδʼ ἐπὶ νώτῳ,
 
κορυφᾷ Διὸς εἰ κρανθῇ , πρᾶγμα τέλειον.
 
δαυλοὶ γὰρ πραπίδων
 
δάσκιοί τε τείνουσιν πόροι
 
κατιδεῖν ἄφραστοι. 95
 
ἰάπτει δʼ ἐλπίδων
 
ἀφʼ ὑψιπύργων πανώλεις
 
βροτούς, βίαν δʼ
 
οὔτινʼ ἐξοπλίζει·
 
πᾶν ἄπονον δαιμονίων. 100
 
ἥμενος ὃν φρόνημά πως
 
αὐτόθεν ἐξέπραξεν ἔμπας
 
ἑδράνων ἐφʼ ἁγνῶν.
 
ἰδέσθω δʼ εἰς ὕβριν
 
βρότειον, οἵα νεάζει 105
 
πυθμὴν διʼ ἁ-
 
μὸν γάμον τεθαλὼς
 
δυσπαραβούλοισι φρεσίν,
 
καὶ διάνοιαν μαινόλιν
 
κέντρον ἔχων ἄφυκτον, ἄταν δʼ 110
 
ἀπάτᾳ μεταγνούς.
 
τοιαῦτα πάθεα μέλεα θρεομένα λέγω
 
λιγέα βαρέα δακρυοπετῆ,
 
ἰὴ ἰή,
 
ἰηλέμοισιν ἐμπρεπῆ· θρεομένη μέλη 115
 
ζῶσα γόοις με τιμῶ.
 
ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν,
 
καρβᾶνα δʼ αὐδὰν
 
εὖ, γᾶ, κοννεῖς.
 
πολλάκι δʼ ἐμπίτνω ξὺν λακίδι 120
 
λινοσινεῖ
 
Σιδονία καλύπτρᾳ.
 
θεοῖς δʼ ἐναγέα τέλεα πελομένων καλῶς
 
ἐπίδρομʼ, ὁπόθι θάνατος ἀπῇ.
 
ἰὼ ἰώ, 125
 
ἰὼ δυσάγκριτοι πόνοι.
 
ποῖ τόδε κῦμʼ ἀπάξει;
 
ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν,
 
καρβᾶνα δʼ αὐδὰν
 
εὖ, γᾶ, κοννεῖς. 130
 
πολλάκι δʼ ἐμπίτνω ξὺν λακίδι
 
λινοσινεῖ
 
Σιδονίᾳ καλύπτρᾳ.
 
πλάτα μὲν οὖν λινορραφής τε
 
δόμος ἅλα στέγων δορὸς 135
 
ἀχείματόν μʼ ἔπεμπε σὺν πνοαῖς·
 
οὐδὲ μέμφομαι·
 
τελευτὰς δʼ ἐν χρόνῳ
 
πατήρ μοι παντόπτας
 
πρευμενεῖς κτίσειεν, 140
 
σπέρμα σεμνᾶς μέγα ματρὸς
 
εὐνὰς ἀνδρῶν, ἒ ἔ,
 
ἄγαμον ἀδάματον ἐκφυγεῖν.
 
θέλουσα δʼ αὖ θέλουσαν ἁγνά μʼ
 
ἐπιδέτω Διὸς κόρα, 145
 
ἔχουσα σέμνʼ ἐνώπιʼ ἀσφαλῶς,
 
παντὶ δὲ σθένει
 
διωγμοῖς ἀσχαλῶσʼ
 
ἀδμήτας ἀδμήτα
 
ῥύσιος γενέσθω, 150
 
σπέρμα σεμνᾶς μέγα ματρὸς
 
εὐνὰς ἀνδρῶν, ἒ ἔ,
 
ἄγαμον ἀδάματον ἐκφυγεῖν.
 
εἰ δὲ μή, μελανθὲς
 
ἡλιόκτυπον γένος 155
 
τὸν γάιον,
 
τὸν πολυξενώτατον
 
Ζῆνα τῶν κεκμηκότων
 
ἱξόμεθα σὺν κλάδοις
 
ἀρτάναις θανοῦσαι, 160
 
μὴ τυχοῦσαι θεῶν Ὀλυμπίων.
 
ἆ Ζήν, Ἰοῦς ἰῷ
 
μῆνις μάστειρʼ ἐκ θεῶν·
 
κοννῶ δʼ ἄγαν
 
γαμετᾶς οὐρανόνικον. 165
 
χαλεποῦ γὰρ ἐκ
 
πνεύματος εἶσι χειμών.
 
καὶ τότʼ οὐ δικαίοις
 
Ζεὺς ἐνέξεται λόγοις,
 
τὸν τᾶς βοὸς 170
 
παῖδʼ ἀτιμάσας, τὸν αὐ-
 
τός ποτʼ ἔκτισεν γόνῳ,
 
νῦν ἔχων παλίντροπον
 
ὄψιν ἐν λιταῖσιν;
 
ὑψόθεν δʼ εὖ κλύοι καλούμενος. 175
 
ἆ Ζήν, Ἰοῦς ἰῶ ,
 
μῆνις μάστειρʼ ἐκ θεῶν·
 
κοννῶ δʼ ἄγαν
 
γαμετᾶς οὐρανόνικον 165
 
χαλεποῦ γὰρ ἐκ
 
πνεύματος εἶσι χειμών.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi