Thesauros Edebiyat Tragedya Ἱκέτιδες

Ἱκέτιδες

Ἱκέτιδες Aeschylus

Stasimon 7

[Episode]
ἀλλʼ ἀντʼ ἀγαθῶν ἀγαθοῖσι βρύοις,
Χορός
δῖε Πελασγῶν.
 
πέμψον δὲ πρόφρων δεῦρʼ ἡμέτερον
 
πατέρʼ εὐθαρσῆ Δαναόν, πρόνοον
 
καὶ βούλαρχον. τοῦ γὰρ προτέρα 970
 
μῆτις, ὅπου χρὴ δώματα ναίειν
 
καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν
 
ψόγον ἀλλοθρόοις
 
εὔτυκος· εἴη δὲ τὰ λῷστα.
 
σύν τʼ εὐκλείᾳ καὶ ἀμηνίτῳ 975
 
βάξει λαῶν ἐγχώρων
 
 
τάσσεσθε, φίλαι δμωίδες, οὕτως
 
ὡς ἐφʼ ἑκάστῃ διεκλήρωσεν
 
Δαναὸς θεραποντίδα φερνήν.
Δαναός
ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών, 980
 
θύειν τε λείβειν θʼ, ὡς θεοῖς, Ὀλυμπίοις,
 
σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως.
 
καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς
 
φίλους πικρῶς ἤκουσαν αὐτανεψίοις·
 
ἐμοὶ δʼ ὀπαδοὺς τούσδε καὶ δορυσσόους 985
 
ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας,
 
καὶ μὴ ʼξ ἀέλπτων δορικανεῖ μόρῳ θανὼν
 
λάθοιμι, χώρᾳ δʼ ἄχθος ἀείζων πέλοι.
 
τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς φρενὸς
 
χάριν σέβεσθαι τιμιωτέραν χρεών. 990
 
καὶ ταῦθʼ ἅμʼ ἐγγράψασθε πρὸς γεγραμμένοις
 
πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός,
 
ἀγνῶθʼ ὅμιλον ἐξελέγχεσθαι χρόνῳ.
 
πᾶς δʼ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει
 
κακήν, τό τʼ εἰπεῖν εὐπετὲς μύσαγμά πως. 995
 
ὑμᾶς δʼ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ,
 
ὥραν ἐχούσας τήνδʼ ἐπίστρεπτον βροτοῖς.
 
τέρεινʼ ὀπώρα δʼ εὐφύλακτος οὐδαμῶς·
 
θῆρες δὲ κηραίνουσι καὶ βροτοί, τί μήν;
 
καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ. 1000
 
καρπώματα στάζοντα κηρύσσει Κύπρις
 
καλωρα κωλύουσαν θωσμένειν ἐρῶ,
 
καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι
 
πᾶς τις παρελθὼν ὄμματος θελκτήριον
 
τόξευμʼ ἔπεμψεν, ἱμέρου νικώμενος. 1005
 
πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος
 
πολὺς δὲ πόντος οὕνεκʼ ἠρόθη δορί,
 
μηδʼ αἶσχος ἡμῖν, ἡδονὴν δʼ ἐχθροῖς ἐμοῖς
 
πράξωμεν. οἴκησις δὲ καὶ διπλῆ πάρα
 
τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ, 1010
 
οἰκεῖν λάτρων ἄτερθεν· εὐπετῆ τάδε.
 
μόνον φύλαξαι τάσδʼ ἐπιστολὰς πατρός,
 
τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.
Χορός
τἄλλʼ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων.
 
ἐμῆς δʼ ὀπώρας οὕνεκʼ εὖ θάρσει, πάτερ. 1015
 
εἰ γάρ τι μὴ θεοῖς βεβούλευται νέον,
 
ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός.
[Choral 1]
ἴτε μὰν ἀστυάνακτας
Χορός
μάκαρας θεοὺς γανάοντες πολιούχους
 
τε καὶ οἳ χεῦμʼ Ἐρασίνου 1020
 
περιναίουσιν παλαιόν.
 
ὑποδέξασθε δʼ ὀπαδοὶ
 
μέλος· αἶνος δὲ πόλιν τήνδε Πελασγῶν
 
ἐχέτω, μηδʼ ἔτι Νείλου
 
προχοὰς σέβωμεν ὕμνοις. 1025
 
ποταμοὺς δʼ οἳ διὰ χώρας
 
θελεμὸν πῶμα χέουσιν πολύτεκνοι,
 
λιπαροῖς χεύμασι γαίας
 
τόδε μειλίσσοντες οὖδας.
 
ἐπίδοι δʼ Ἄρτεμις ἁγνὰ 1030
 
στόλον οἰκτιζομένα, μηδʼ ὑπʼ ἀνάγκας
 
γάμος ἔλθοι Κυθερείας·
 
στυγίων πέλοι τόδʼ ἆθλον.
[Choral 2]
Κύπριδος δʼ οὐκ ἀμελεῖ θεσμὸς ὅδʼ εὔφρων
 
δύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ. 1035
 
τίεται δʼ αἰολόμητις
 
θεὸς ἔργοις ἐπὶ σεμνοῖς.
 
μετάκοινοι δὲ φίλᾷ ματρὶ πάρεισιν
 
Πόθος ᾇ τʼ οὐδὲν ἄπαρνον
 
τελέθει θέλκτορι Πειθοῖ. 1040
 
δέδοται δʼ Ἁρμονίᾳ μοῖρʼ Ἀφροδίτας
 
ψεδυρᾷ τρίβῳ τʼ Ἐρώτων.
 
φυγάδεσσιν δʼ ἐπιπνοίας κακά τʼ ἄλγη
 
πολέμους θʼ αἱματόεντας προφοβοῦμαι.
 
τί ποτʼ εὔπλοιαν ἔπραξαν 1045
 
ταχυπόμποισι διωγμοῖς;
 
ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτʼ ἄν.
 
Διὸς οὐ παρβατός ἐστιν
 
μεγάλα φρὴν ἀπέρατος·
 
μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ 1050
 
προτερᾶν πέλοι γυναικῶν.
[Choral 3]
ὁ μέγας Ζεὺς ἀπαλέξαι
 
γάμον Αἰγυπτογενῆ μοι.
 
τὸ μὲν ἂν βέλτατον εἴη·
 
σὺ δὲ θέλγοις ἂν ἄθελκτον. 1055
 
σὺ δέ γʼ οὐκ οἶσθα τὸ μέλλον.
 
τί δὲ μέλλω φρένα Δίαν
 
καθορᾶν, ὄψιν ἄβυσσον;
 
μέτριον νῦν ἔπος εὔχου·
 
τίνα καιρόν με διδάσκεις; 1060
 
τὰ θεῶν μηδὲν ἀγάζειν.
[Choral 4]
Ζεὺς ἄναξ ἀποστεροί-
 
η γάμον δυσάνορα
 
δάιον, ὅσπερ Ἰὼ
 
πημονᾶς ἐλύσατʼ εὖ 1065
 
χειρὶ παιωνίᾳ κατασχεθών,
 
εὐμενῆ βίαν κτίσας.
 
καὶ κράτος νέμοι γυναι-
 
ξίν· τὸ βέλτερον κακοῦ
 
καὶ τὸ δίμοιρον αἰνῶ, 1070
 
καὶ δίκᾳ δίκας ἕπε-
 
σθαι, ξὺν εὐχαῖς ἐμαῖς, λυτηρίοις
 
μαχαναῖς θεοῦ πάρα.
← Önceki 16 / 16

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi