Eksodos
Κῆρυξ
εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε,
λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ.
Χορός
διωλόμεσθʼ· ἄσεπτʼ, ἄναξ, πάσχομεν—
Κῆρυξ
πολλοὺς ἄνακτας, παῖδας Αἰγύπτου τάχα
905
ὄψεσθε· θαρσεῖτʼ, οὐκ ἐρεῖτʼ ἀναρχίαν.
ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι.
ἕλξειν ἔοιχʼ ὑμᾶς ἀποσπάσας κόμης,
ἐπεὶ οὐκ ἀκούετʼ ὀξὺ τῶν ἐμῶν λόγων.
910
Βασιλεύς
οὗτος, τί ποιεῖς; ἐκ ποίου φρονήματος
ἀνδρῶν Πελασγῶν τήνδʼ ἀτιμάζεις χθόνα;
ἀλλʼ ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν;
κάρβανος ὢν δʼ Ἕλλησιν ἐγχλίεις ἄγαν·
καὶ πόλλʼ ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί.
915
Κῆρυξ
τί δʼ ἠμπλάκηται τῶνδʼ ἐμοὶ δίκης ἄτερ;
Βασιλεύς
ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι.
Κῆρυξ
πῶς δʼ οὐχί; τἄμʼ ὀλωλόθʼ εὑρίσκων ἄγω.
Βασιλεύς
ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις;
Κῆρυξ
Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ.
920
Βασιλεύς
θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβῃ.
Κῆρυξ
τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι.
Βασιλεύς
οἱ δʼ ἐνθάδʼ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω;
Κῆρυξ
ἄγοιμʼ ἄν, εἴ τις τάσδε μὴ ʼξαιρήσεται.
Βασιλεύς
κλάοις ἄν, εἰ ψαύσειας, οὐ μάλʼ ἐς μακράν.
925
Κῆρυξ
ἤκουσα τοὔπος δʼ οὐδαμῶς φιλόξενον.
Βασιλεύς
οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας.
Κῆρυξ
λέγοιμʼ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε.
Βασιλεύς
ἀβουκόλητον τοῦτʼ ἐμῷ, φρονήματι.
Κῆρυξ
ἀλλʼ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,—
930
καὶ γὰρ πρέπει κήρυκʼ ἀπαγγέλλειν τορῶς
ἕκαστα,—πῶς φῶ, πρὸς τίνος τʼ ἀφαιρεθεὶς
ἥκειν γυναικῶν αὐτανέψιον στόλον;
οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο
Ἄρης· τὸ νεῖκος δʼ οὐκ ἐν ἀργύρου λαβῇ
935
ἔλυσεν· ἀλλὰ πολλὰ γίγνεται πάρος
πεσήματʼ ἀνδρῶν κἀπολακτισμοὶ βίου.
τί σοι λέγειν χρὴ τοὔνομʼ; ἐν χρόνῳ μαθὼν
εἴσῃ σύ τʼ αὐτὸς χοἰ ξυνέμποροι σέθεν.
ταύτας δʼ ἑκούσας μὲν κατʼ εὔνοιαν φρενῶν
940
ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος.
τοία δὲ δημόπρακτος ἐκ πόλεως μία
ψῆφος κέκρανται, μήποτʼ ἐκδοῦναι βίᾳ
στόλον γυναικῶν· τῶνδʼ ἐφήλωται τορῶς
γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως.
945
ταῦτʼ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα
οὐδʼ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα,
σαφῆ δʼ ἀκούεις ἐξ ἐλευθεροστόμου
γλώσσης. κομίζου δʼ ὡς τάχιστʼ ἐξ ὀμμάτων.
ἔοιγμεν ἤδη πόλεμον ἀρεῖσθαι νέον.
950
εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν.
ἀλλʼ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας
εὑρήσετʼ οὐ πίνοντας ἐκ κριθῶν μέθυ.
ὑμεῖς δὲ πᾶσαι σὺν φίλαις ὀπάοσι
θράσος λαβοῦσαι στείχετʼ εὐερκῆ πόλιν,
955
πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην.
καὶ δώματʼ ἐστὶ πολλὰ μὲν τὰ δήμια,
δεδωμάτωμαι δʼ οὐδʼ ἐγὼ σμικρᾷ χερί.
ἔνθʼ ὑμίν ἐστιν εὐτύκους ναίειν δόμους
πολλῶν μετʼ ἄλλων· εἰ δέ τις μείζων χάρις,
960
πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους.
τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα
πάρεστι, λωτίσασθε. προστάτης δʼ ἐγὼ
ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται
ψῆφος. τί τῶνδε κυριωτέρους μένεις;
965