Thesauros Edebiyat Tragedya Ἱκέτιδες

Ἱκέτιδες

Ἱκέτιδες Aeschylus

Stasimon 5

[Choral 1]
ἰὼ γᾶ βοῦνι, πάνδικον σέβας,
Χορός
τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας
 
χθονός, κελαινὸν εἴ τι κεῦθός ἐστί που;
 
μέλας γενοίμαν καπνὸς
 
νέφεσσι γειτονῶν Διός· 780
 
τὸ πᾶν δʼ ἄφαντος
 
ἀμπετὴς ἀιδνὸς ὡς
 
κόνις ἄτερθε πτερύγων ὀλοίμαν.
 
ἄφυκτον δʼ οὐκέτʼ ἂν πέλοι κακόν·
 
κελαινόχρως δὲ πάλλεταί μου καρδία. 785
 
πατρὸς σκοπαὶ δέ μʼ εἷλον· οἴχομαι φόβῳ.
 
θέλοιμι δʼ ἂν μορσίμου
 
βρόχου τυχεῖν ἐν ἀρτάναις,
 
πρὶν ἄνδρʼ ἀπευκτὸν
 
τῷδε χριμφθῆναι χροΐ. 790
 
πρόπαρ θανούσας δʼ Ἀίδας ἀνάσσοι.
[Choral 2]
πόθεν δέ μοι γένοιτʼ ἂν αἰθέρος θρόνος,
Χορός
πρὸς ὃν νέφη μυδηλὰ γίγνεται χιών,
 
ἢ λισσὰς αἰγίλιψ ἀπρόσ-
 
δεικτος οἰόφρων κρεμὰς 795
 
γυπιὰς πέτρα, βαθὺ
 
πτῶμα μαρτυροῦσά μοι,
 
πρὶν δαΐκτορος βίᾳ
 
καρδίας γάμου κυρῆσαι;
 
κυσὶν δʼ ἔπειθʼ ἕλωρα κἀπιχωρίοις 800
 
ὄρνισι δεῖπνον οὐκ ἀναίνομαι πέλειν·
 
τὸ γὰρ θανεῖν ἐλευθεροῦ-
 
ται φιλαιάκτων κακῶν. ἐλθέτω
 
ἐλθέτω μόρος, πρὸ κοί-
 
τας γαμηλίου τυχών. 805
 
ἀμφυγᾶς τίνʼ ἔτι πόρον
 
τέμνω γάμου λυτῆρα;
[Choral 3]
ἴυζε δʼ ὀμφὰν οὐρανίαν
Χορός
μέλεα μέλη λιτανὰ θεοῖς·
 
τέλεα δέ πως πελόμενά μοι 810
 
λύσιμά τʼ ἄχιμά τʼ ἔπιδε, πάτερ,
 
βίαια μὴ φαιδρῶς ὁρῶν
 
ὄμμασιν ἐνδίκοις.
 
σεβίζου δʼ ἱκέτας σέθεν, 815
 
γαιάοχε παγκρατὲς Ζεῦ.
 
γένος γὰρ Αἰγύπτειον ὕβριν
 
δύσφορον ἀρσενογενὲς
 
μετά με δρόμοισι διόμενοι
 
φυγάδα μάταισι πολυθρόοις 820
 
βίαια δίζηνται λαβεῖν.
 
σὸν δʼ ἐπίπαν ζυγὸν
 
ταλάντου. τί δʼ ἄνευ σέθεν
 
θνατοῖσι τέλειόν ἐστιν;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi