Thesauros Edebiyat Tragedya Ἱκέτιδες

Ἱκέτιδες

Ἱκέτιδες Aeschylus

Epeisodion 5

Δαναός
ἀλλʼ ἔστι φήμη τοὺς λύκους κρείσσους κυνῶν 760
 
εἶναι· βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν.
 
ὡς καὶ ματαίων ἀνοσίων τε κνωδάλων
 
ἔχοντας ὀργάς, χρὴ φυλάσσεσθαι τάχος.
 
οὔτοι ταχεῖα ναυτικοῦ στρατοῦ στολή,
 
οὐδʼ ὅρμος, οὗ δεῖ πεισμάτων σωτήρια 765
 
ἐς γῆν ἐνεγκεῖν, οὐδʼ ἐν ἀγκυρουχίαις
 
θαρσοῦσι ναῶν ποιμένες παραυτίκα,
 
ἄλλως τε καὶ μολόντες ἀλίμενον χθόνα
 
ἐς νύκτʼ ἀποστείχοντος ἡλίου. φιλεῖ
 
ὠδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ. 770
 
οὕτω γένοιτʼ ἂν οὐδʼ ἂν ἔκβασις στρατοῦ
 
καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ
 
φρόνει μὲν ὡς ταρβοῦσα μὴ ἀμελεῖν θεῶν·
 
 
πράξας ἀρωγήν· ἄγγελον δʼ οὐ μέμψεται
 
πόλις γέρονθʼ, ἡβῶντα δʼ εὐγλώσσῳ φρενί. 775

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi