Thesauros Edebiyat Tragedya Ἱκέτιδες

Ἱκέτιδες

Ἱκέτιδες Aeschylus

Stasimon 4

[Choral 1]
περίφοβόν μʼ ἔχει τάρβος ἐτητύμως
Χορός
πολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι.
 
παροίχομαι, πάτερ, δείματι.
Δαναός
ἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα,
 
θάρσει, μαχοῦνται περὶ σέθεν, σάφʼ οἶδʼ ἐγώ. 740
 
ἐξῶλές ἐστι μάργον Αἰγύπτου γένος
 
μάχης τʼ ἄπληστον· καὶ λέγω πρὸς εἰδότα.
Χορός
δοριπαγεῖς δʼ ἔχοντες κυανώπιδας
 
νῆας ἔπλευσαν ὧδʼ ἐπιτυχεῖ κότῳ
 
πολεῖ μελαγχίμῳ σὺν στρατῷ. 745
Δαναός
πολλοὺς δέ γʼ εὑρήσουσιν ἐν μεσημβρίας
 
θάλπει βραχίονʼ εὖ κατερρινημένους.
 
μόνην δὲ μὴ πρόλειπε· λίσσομαι, πάτερ.
 
γυνὴ μονωθεῖσʼ οὐδέν· οὐκ ἔνεστʼ Ἄρης.
[Choral 2]
οὐλόφρονες, δὲ καὶ δολιομήτιδες 750
Χορός
δυσάγνοις φρεσίν, κόρακες ὥστε, βω-
 
μῶν ἀλέγοντες οὐδέν.
Δαναός
καλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτʼ ὦ τέκνα,
 
εἰ σοί τε καὶ θεοῖσιν ἐχθαιροίατο.
 
οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβη 755
 
δείσαντες ἡμῶν χεῖρʼ ἀπόσχωνται, πάτερ.
Χορός
περίφρονες δʼ ἄγαν ἀνιέρῳ μένει
 
μεμαργωμένοι κυνοθρασεῖς, θεῶν
 
οὐδὲν ἐπαΐοντες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi