Thesauros Edebiyat Tragedya Μήδεια

Μήδεια

Μήδεια Euripides

Stasimon 2

[Choral 1]
ἔρωτες ὑπὲρ μὲν ἄγαν
Χορός
ἐλθόντες οὐκ εὐδοξίαν
 
οὐδ’ ἀρετὰν παρέδωκαν
 
ἀνδράσιν· εἰ δ’ ἅλις ἔλθοι 630
 
Κύπρις, οὐκ ἄλλα θεὸς εὔχαρις οὕτως.
 
μήποτ’, ὦ δέσποιν’, ἐπ’ ἐμοὶ χρυσέων τόξων ἐφείης
 
ἱμέρῳ χρίσασ’ ἄφυκτον οἰστόν.
 
στέργοι δέ με σωφροσύνα, 635
 
δώρημα κάλλιστον θεῶν·
 
μηδέ ποτ’ ἀμφιλόγους ὀργὰς
 
ἀκόρεστά τε νείκη
 
θυμὸν ἐκπλήξασ’ ἑτέροις ἐπὶ λέκτροις
 
προσβάλοι δεινὰ Κύπρις, ἀπτολέμους δ’ εὐνὰς σεβίζουσ’ 640
 
ὀξύφρων κρίνοι λέχη γυναικῶν.
[Choral 2]
ὦ πατρίς, ὦ δώματα, μὴ
Χορός
δῆτ’ ἄπολις γενοίμαν
 
τὸν ἀμηχανίας ἔχουσα 645
 
δυσπέρατον αἰῶν’,
 
οἰκτροτάτων ἀχέων.
 
θανάτῳ θανάτῳ πάρος δαμείην
 
ἁμέραν τάνδ’ ἐξανύσασα· μό-
 
χθων δ’ οὐκ ἄλλος ὕπερθεν ἢ 650
 
γᾶς πατρίας στέρεσθαι.
 
εἴδομεν, οὐκ ἐξ ἑτέρων
 
μῦθον ἔχω φράσασθαι·
 
σὲ γὰρ οὐ πόλις, οὐ φίλων τις 655
 
ᾤκτισεν παθοῦσαν
 
δεινότατον παθέων.
 
ἀχάριστος ὄλοιθ’, ὅτῳ πάρεστιν
 
μὴ φίλους τιμᾶν καθαρᾶν ἀνοί- 660
 
ξαντα κλῇδα φρενῶν· ἐμοὶ
 
μὲν φίλος οὔποτ’ ἔσται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi