Thesauros Edebiyat Tragedya Μήδεια

Μήδεια

Μήδεια Euripides

Epeisodion 2

Μήδεια
χρῆν σ’, εἴπερ ἦσθα μὴ κακός, πείσαντά με
 
γαμεῖν γάμον τόνδ’, ἀλλὰ μὴ σιγῇ φίλων.
Ἰάσων
καλῶς γ’ ἄν, οἶμαι, τῷδ’ ὑπηρέτεις λόγῳ,
 
εἴ σοι γάμον κατεῖπον, ἥτις οὐδὲ νῦν
 
τολμᾷς μεθεῖναι καρδίας μέγαν χόλον. 590
Μήδεια
οὐ τοῦτό σ’ εἶχεν, ἀλλὰ βάρβαρον λέχος
 
πρὸς γῆρας οὐκ εὔδοξον ἐξέβαινέ σοι.
Ἰάσων
εὖ νῦν τόδ’ ἴσθι, μὴ γυναικὸς οὕνεκα
 
γῆμαί με λέκτρα βασιλέων ἃ νῦν ἔχω,
 
ἀλλ’, ὥσπερ εἶπον καὶ πάρος, σῷσαι θέλων 595
 
σέ, καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρους
 
φῦσαι τυράννους παῖδας, ἔρυμα δώμασι.
Μήδεια
μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος
 
μηδ’ ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα.
Ἰάσων
οἶσθ’ ὡς μέτευξαι, καὶ σοφωτέρα φανῇ; 600
 
τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαι ποτέ,
 
μηδ’ εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν.
Μήδεια
ὕβριζ’, ἐπειδὴ σοὶ μὲν ἔστ’ ἀποστροφή,
 
ἐγὼ δ’ ἔρημος τήνδε φευξοῦμαι χθόνα.
Ἰάσων
αὐτὴ τάδ’ εἵλου· μηδέν’ ἄλλον αἰτιῶ. 605
← Önceki Epeisodion 2 · 8 / 10 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi