Thesauros Edebiyat Tragedya Μήδεια

Μήδεια

Μήδεια Euripides

Epeisodion 2

Ἰάσων
ἔλεξ’· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.
 
ἃ δ’ ἐς γάμους μοι βασιλικοὺς ὠνείδισας,
 
ἐν τῷδε δείξω πρῶτα μὲν σοφὸς γεγώς,
 
ἔπειτα σώφρων, εἶτα σοὶ μέγας φίλος
 
καὶ παισὶ τοῖς ἐμοῖσιν—ἀλλ’ ἔχ’ ἥσυχος. 550
 
ἐπεὶ μετέστην δεῦρ’ Ἰωλκίας χθονὸς
 
πολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους,
 
τί τοῦδ’ ἂν εὕρημ’ ηὗρον εὐτυχέστερον
 
ἢ παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς;
 
οὐχ, ᾗ σὺ κνίζῃ, σὸν μὲν ἐχθαίρων λέχος, 555
 
καινῆς δὲ νύμφης ἱμέρῳ πεπληγμένος,
 
οὐδ’ εἰς ἅμιλλαν πολύτεκνον σπουδὴν ἔχων·
 
ἅλις γὰρ οἱ γεγῶτες οὐδὲ μέμφομαι·
 
ἀλλ’ ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶς
 
καὶ μὴ σπανιζοίμεσθα, γιγνώσκων ὅτι 560
 
πένητα φεύγει πᾶς τις ἐκποδὼν φίλος,
 
παῖδας δὲ θρέψαιμ’ ἀξίως δόμων ἐμῶν
 
σπείρας τ’ ἀδελφοὺς τοῖσιν ἐκ σέθεν τέκνοις
 
ἐς ταὐτὸ θείην, καὶ ξυναρτήσας γένος
 
εὐδαιμονοῖμεν. σοί τε γὰρ παίδων τί δεῖ; 565
← Önceki Epeisodion 2 · 6 / 10 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi