Thesauros Edebiyat Tragedya Μήδεια

Μήδεια

Μήδεια Euripides

Epeisodion 2

Μήδεια
ἔχει γὰρ οὕτω· τοῖς μὲν οἴκοθεν φίλοις
 
ἐχθρὰ καθέστηχ’, οὓς δέ μ’ οὐκ ἐχρῆν κακῶς
 
δρᾶν, σοὶ χάριν φέρουσα πολεμίους ἔχω.
 
τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδων
 
ἔθηκας ἀντὶ τῶνδε· θαυμαστὸν δέ σε 510
 
ἔχω πόσιν καὶ πιστὸν ἡ τάλαιν’ ἐγώ,
 
εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη,
 
φίλων ἔρημος, σὺν τέκνοις μόνη μόνοις—
 
καλόν γ’ ὄνειδος τῷ νεωστὶ νυμφίῳ,
 
πτωχοὺς ἀλᾶσθαι παῖδας ἥ τ’ ἔσῳσά σε. 515
 
ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ᾖ
 
τεκμήρι’ ἀνθρώποισιν ὤπασας σαφῆ,
 
ἀνδρῶν δ’ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι,
 
οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι;
Χορός
δεινή τις ὀργὴ καὶ δυσίατος πέλει, 520
 
ὅταν φίλοι φίλοισι συμβάλωσ’ ἔριν.
Ἰάσων
δεῖ μ’, ὡς ἔοικε, μὴ κακὸν φῦναι λέγειν,
 
ἀλλ’ ὥστε ναὸς κεδνὸν οἰακοστρόφον
 
ἄκροισι λαίφους κρασπέδοις ὑπεκδραμεῖν
 
τὴν σὴν στόμαργον, ὦ γύναι, γλωσσαλγίαν. 525
← Önceki Epeisodion 2 · 4 / 10 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi