Thesauros Edebiyat Tragedya Μήδεια

Μήδεια

Μήδεια Euripides

Parodos

[Choral]
ἰώ,
Μήδεια
δύστανος ἐγὼ μελέα τε πόνων,
 
ἰώ μοί μοι, πῶς ἂν ὀλοίμαν;
Τροφός
τόδ’ ἐκεῖνο, φίλοι παῖδες· μήτηρ
 
κινεῖ κραδίαν, κινεῖ δὲ χόλον.
 
σπεύσατε θᾶσσον δώματος εἴσω 100
 
καὶ μὴ πελάσητ’ ὄμματος ἐγγύς,
 
μηδὲ προσέλθητ’, ἀλλὰ φυλάσσεσθ’
 
ἄγριον ἦθος στυγεράν τε φύσιν
 
φρενὸς αὐθάδους.—
 
ἴτε νῦν, χωρεῖθ’ ὡς τάχος εἴσω.— 105
 
δῆλον δ’ ἀρχῆς ἐξαιρόμενον
 
νέφος οἰμωγῆς ὡς τάχ’ ἀνάψει
 
μείζονι θυμῷ· τί ποτ’ ἐργάσεται
 
μεγαλόσπλαγχνος δυσκατάπαυστος
 
ψυχὴ δηχθεῖσα κακοῖσιν; 110
Μήδεια
αἰαῖ,
 
ἔπαθον τλάμων ἔπαθον μεγάλων
 
ἄξι’ ὀδυρμῶν· ὦ κατάρατοι
 
παῖδες ὄλοισθε στυγερᾶς ματρὸς
 
σὺν πατρί, καὶ πᾶς δόμος ἔρροι.
Τροφός
ἰώ μοί μοι, ἰὼ τλήμων. 115
 
τί δέ σοι παῖδες πατρὸς ἀμπλακίας
 
μετέχουσι; τί τούσδ’ ἔχθεις; οἴμοι,
 
τέκνα, μή τι πάθηθ’ ὡς ὑπεραλγῶ.
 
δεινὰ τυράννων λήματα καί πως
 
ὀλίγ’ ἀρχόμενοι, πολλὰ κρατοῦντες 120
 
χαλεπῶς ὀργὰς μεταβάλλουσιν.
 
τὸ γὰρ εἰθίσθαι ζῆν ἐπ’ ἴσοισιν
 
κρεῖσσον· ἐμοὶ γοῦν ἐν μὴ μεγάλοις
 
ὀχυρῶς γ’ εἴη καταγηράσκειν.
 
τῶν γὰρ μετρίων πρῶτα μὲν εἰπεῖν 125
 
τοὔνομα νικᾷ, χρῆσθαί τε μακρῷ
 
λῷστα βροτοῖσιν· τὰ δ’ ὑπερβάλλοντ’
 
οὐδένα καιρὸν δύναται θνητοῖς·
 
μείζους δ’ ἄτας, ὅταν ὀργισθῇ
 
δαίμων οἴκοις, ἀπέδωκεν. 130
Χορός
ἔκλυον φωνάν, ἔκλυον δὲ βοὰν
 
τᾶς δυστάνου Κολχίδος, οὐδέ πω
 
ἤπιος· ἀλλ’ ὦ γηραιά,
 
λέξον· ἐπ’ ἀμφιπύλου γὰρ ἔσω μελάθρου βοὰν
 
ἔκλυον· οὐδὲ συνήδομαι, ὦ γύναι, ἄλγεσιν 135
 
δώματος· ἐπεί μοι φίλον κέκρανται.
Τροφός
οὐκ εἰσὶ δόμοι· φροῦδα τάδ’ ἤδη.
 
τὸν μὲν γὰρ ἔχει λέκτρα τυράννων, 140
 
ἃ δ’ ἐν θαλάμοις τάκει βιοτὰν
 
δέσποινα, φίλων οὐδενὸς οὐδὲν
 
παραθαλπομένα φρένα μύθοις.
Μήδεια
αἰαῖ· ὦ Ζεῦ καὶ Γᾶ καὶ Φῶς·
 
διά μου κεφαλᾶς φλὸξ οὐρανία
 
βαίη· τί δέ μοι ζῆν ἔτι κέρδος; 145
 
φεῦ φεῦ· θανάτῳ καταλυσαίμαν
 
βιοτὰν στυγερὰν προλιποῦσα.
[Choral 1]
—ἄιες· ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς·
Χορός
ἀχὰν οἵαν ἁ δύστανος
 
μέλπει νύμφα; 150
 
—τίς σοί ποτε τᾶς ἀπλάτου
 
κοίτας ἔρος, ὦ ματαία;
 
σπεύσει θανάτου τελευτά·
 
μηδὲν τόδε λίσσου.
 
—εἰ δὲ σὸς πόσις 155
 
καινὰ λέχη σεβίζει,
 
κείνῳ τόδε· μὴ χαράσσου·
 
—Ζεύς σοι τάδε συνδικήσει. μὴ λίαν
 
τάκου δυρομένα σὸν εὐνάταν.
[Choral]
ὦ μεγάλα Θέμι καὶ πότνι’ Ἄρτεμι 160
Μήδεια
λεύσσεθ’ ἃ πάσχω, μεγάλοις ὅρκοις
 
ἐνδησαμένα τὸν κατάρατον
 
πόσιν; ὅν ποτ’ ἐγὼ νύμφαν τ’ ἐσίδοιμ’
 
αὐτοῖς μελάθροις διακναιομένους,
 
οἷ’ ἐμὲ πρόσθεν τολμῶσ’ ἀδικεῖν. 165
 
ὦ πάτερ, ὦ πόλις, ὧν ἀπενάσθην
 
αἰσχρῶς τὸν ἐμὸν κτείνασα κάσιν.
Τροφός
κλύεθ’ οἷα λέγει κἀπιβοᾶται
 
Θέμιν εὐκταίαν Ζῆνά θ’, ὃς ὅρκων
 
θνητοῖς ταμίας νενόμισται; 170
 
οὐκ ἔστιν ὅπως ἔν τινι μικρῷ
 
δέσποινα χόλον καταπαύσει.
[Choral 1]
—πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέραν
Χορός
ἔλθοι μύθων τ’ αὐδαθέντων
 
δέξαιτ’ ὀμφάν; 175
 
—εἴ πως βαρύθυμον ὀργὰν
 
καὶ λῆμα φρενῶν μεθείη,
 
μήτοι τό γ’ ἐμὸν πρόθυμον
 
φίλοισιν ἀπέστω.
 
—ἀλλὰ βᾶσά νιν 180
 
δεῦρο πόρευσον οἴκων
 
ἔξω· φίλα καὶ τάδ’ αὔδα.
 
—σπεῦσον πρίν τι κακῶσαι τοὺς εἴσω·
 
πένθος γὰρ μεγάλως τόδ’ ὁρμᾶται.
[Choral]
δράσω τάδ’· ἀτὰρ φόβος εἰ πείσω
Τροφός
δέσποιναν ἐμήν· 185
 
μόχθου δὲ χάριν τήνδ’ ἐπιδώσω.
 
καίτοι τοκάδος δέργμα λεαίνης
 
ἀποταυροῦται δμωσίν, ὅταν τις
 
μῦθον προφέρων πέλας ὁρμηθῇ.
 
σκαιοὺς δὲ λέγων κοὐδέν τι σοφοὺς 190
 
τοὺς πρόσθε βροτοὺς οὐκ ἂν ἁμάρτοις,
 
οἵτινες ὕμνους ἐπὶ μὲν θαλίαις
 
ἐπί τ’ εἰλαπίναις καὶ παρὰ δείπνοις
 
ηὕροντο βίου τερπνὰς ἀκοάς·
 
στυγίους δὲ βροτῶν οὐδεὶς λύπας 195
 
ηὕρετο μούσῃ καὶ πολυχόρδοις
 
ᾠδαῖς παύειν, ἐξ ὧν θάνατοι
 
δειναί τε τύχαι σφάλλουσι δόμους.
 
καίτοι τάδε μὲν κέρδος ἀκεῖσθαι
 
μολπαῖσι βροτούς· ἵνα δ’ εὔδειπνοι 200
 
δαῖτες, τί μάτην τείνουσι βοήν;
 
τὸ παρὸν γὰρ ἔχει τέρψιν ἀφ’ αὑτοῦ
 
δαιτὸς πλήρωμα βροτοῖσιν.
Χορός
ἰαχὰν ἄιον πολύστονον γόων,
 
λιγυρὰ δ’ ἄχεα μογερὰ βοᾷ 205
 
τὸν ἐν λέχει προδόταν κακόνυμφον·
 
θεοκλυτεῖ δ’ ἄδικα παθοῦσα
 
τὰν Ζηνὸς ὁρκίαν Θέμιν,
 
ἅ νιν ἔβασεν
 
Ἑλλάδ’ ἐς ἀντίπορον 210
 
δι’ ἅλα νύχιον ἐφ’ ἁλμυρὰν
 
πόντου κλῇδ’ ἀπέραντον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi