Thesauros Edebiyat Tragedya Μήδεια

Μήδεια

Μήδεια Euripides

Eksodos

Ἰάσων
γυναῖκες, αἳ τῆσδ’ ἐγγὺς ἕστατε στέγης,
 
ἆρ’ ἐν δόμοισιν ἡ τὰ δείν’ εἰργασμένη
 
Μήδεια τοῖσδ’ ἔτ’, ἢ μεθέστηκεν φυγῇ; 1295
 
δεῖ γάρ νιν ἤτοι γῆς γε κρυφθῆναι κάτω,
 
ἢ πτηνὸν ἆραι σῶμ’ ἐς αἰθέρος βάθος,
 
εἰ μὴ τυράννων δώμασιν δώσει δίκην·
 
πέποιθ’ ἀποκτείνασα κοιράνους χθονὸς
 
ἀθῷος αὐτὴ τῶνδε φεύξεσθαι δόμων; 1300
 
ἀλλ’ οὐ γὰρ αὐτῆς φροντίδ’ ὡς τέκνων ἔχω·
 
κείνην μὲν οὓς ἔδρασεν ἔρξουσιν κακῶς,
 
ἐμῶν δὲ παίδων ἦλθον ἐκσῴσων βίον,
 
μή μοί τι δράσωσ’ οἱ προσήκοντες γένει,
 
μητρῷον ἐκπράσσοντες ἀνόσιον φόνον. 1305
Χορός
ὦ τλῆμον, οὐκ οἶσθ’ οἷ κακῶν ἐλήλυθας,
 
Ἰᾶσον· οὐ γὰρ τούσδ’ ἂν ἐφθέγξω λόγους.
Ἰάσων
τί δ’ ἔστιν; ἦ που κἄμ’ ἀποκτεῖναι θέλει;
Χορός
παῖδες τεθνᾶσι χειρὶ μητρῴᾳ σέθεν.
Ἰάσων
οἴμοι τί λέξεις; ὥς μ’ ἀπώλεσας, γύναι. 1310
Χορός
ὡς οὐκέτ’ ὄντων σῶν τέκνων φρόντιζε δή.
Ἰάσων
ποῦ γάρ νιν ἔκτειν’; ἐντὸς ἢ ἔξωθεν δόμων;
Χορός
πύλας ἀνοίξας σῶν τέκνων ὄψῃ φόνον.
Ἰάσων
χαλᾶτε κλῇδας ὡς τάχιστα, πρόσπολοι,
 
ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω διπλοῦν κακόν, 1315
 
τοὺς μὲν θανόντας—τὴν δὲ τείσωμαι δίκην.
Μήδεια
τί τάσδε κινεῖς κἀναμοχλεύεις πύλας,
 
νεκροὺς ἐρευνῶν κἀμὲ τὴν εἰργασμένην;
 
παῦσαι πόνου τοῦδ’. εἰ δ’ ἐμοῦ χρείαν ἔχεις,
 
λέγ’, εἴ τι βούλῃ, χειρὶ δ’ οὐ ψαύσεις ποτέ. 1320
 
τοιόνδ’ ὄχημα πατρὸς Ἥλιος πατὴρ
 
δίδωσιν ἡμῖν, ἔρυμα πολεμίας χερός.
Ἰάσων
ὦ μῖσος, ὦ μέγιστον ἐχθίστη γύναι
 
θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει,
 
ἥτις τέκνοισι σοῖσιν ἐμβαλεῖν ξίφος 1325
 
ἔτλης τεκοῦσα, κἄμ’ ἄπαιδ’ ἀπώλεσας·
 
καὶ ταῦτα δράσασ’ ἥλιόν τε προσβλέπεις
 
καὶ γαῖαν, ἔργον τλᾶσα δυσσεβέστατον·
 
ὄλοι’· ἐγὼ δὲ νῦν φρονῶ, τότ’ οὐ φρονῶν,
 
ὅτ’ ἐκ δόμων σε βαρβάρου τ’ ἀπὸ χθονὸς 1330
 
Ἕλλην’ ἐς οἶκον ἠγόμην, κακὸν μέγα,
 
πατρός τε καὶ γῆς προδότιν ἥ σ’ ἐθρέψατο.
 
τὸν σὸν δ’ ἀλάστορ’ εἰς ἔμ’ ἔσκηψαν θεοί·
 
κτανοῦσα γὰρ δὴ σὸν κάσιν παρέστιον
 
τὸ καλλίπρῳρον εἰσέβης Ἀργοῦς σκάφος. 1335
 
ἤρξω μὲν ἐκ τοιῶνδε· νυμφευθεῖσα δὲ
 
παρ’ ἀνδρὶ τῷδε καὶ τεκοῦσά μοι τέκνα,
 
εὐνῆς ἕκατι καὶ λέχους σφ’ ἀπώλεσας.
 
οὐκ ἔστιν ἥτις τοῦτ’ ἂν Ἑλληνὶς γυνὴ
 
ἔτλη ποθ’, ὧν γε πρόσθεν ἠξίουν ἐγὼ 1340
 
γῆμαι σέ, κῆδος ἐχθρὸν ὀλέθριόν τ’ ἐμοί,
 
λέαιναν, οὐ γυναῖκα, τῆς Τυρσηνίδος
 
Σκύλλης ἔχουσαν ἀγριωτέραν φύσιν.
 
ἀλλ’ οὐ γὰρ ἄν σε μυρίοις ὀνείδεσι
 
δάκοιμι· τοιόνδ’ ἐμπέφυκέ σοι θράσος· 1345
 
ἔρρ’, αἰσχροποιὲ καὶ τέκνων μιαιφόνε·
 
ἐμοὶ δὲ τὸν ἐμὸν δαίμον’ αἰάζειν πάρα,
 
ὃς οὔτε λέκτρων νεογάμων ὀνήσομαι,
 
οὐ παῖδας οὓς ἔφυσα κἀξεθρεψάμην
 
ἕξω προσειπεῖν ζῶντας, ἀλλ’ ἀπώλεσα. 1350
Μήδεια
μακρὰν ἂν ἐξέτεινα τοῖσδ’ ἐναντίον
 
λόγοισιν, εἰ μὴ Ζεὺς πατὴρ ἠπίστατο
 
οἷ’ ἐξ ἐμοῦ πέπονθας οἷά τ’ εἰργάσω·
 
σὺ δ’ οὐκ ἔμελλες τἄμ’ ἀτιμάσας λέχη
 
τερπνὸν διάξειν βίοτον ἐγγελῶν ἐμοί· 1355
 
οὐδ’ ἡ τύραννος, οὐδ’ ὁ σοὶ προσθεὶς γάμους
 
Κρέων ἀνατεὶ τῆσδέ μ’ ἐκβαλεῖν χθονός.
 
πρὸς ταῦτα καὶ λέαιναν, εἰ βούλῃ, κάλει
 
καὶ Σκύλλαν ἣ Τυρσηνὸν ᾤκησεν πέδον·
 
τῆς σῆς γὰρ ὡς χρὴ καρδίας ἀνθηψάμην. 1360
Ἰάσων
καὐτή γε λυπῇ καὶ κακῶν κοινωνὸς εἶ.
Μήδεια
σάφ’ ἴσθι· λύει δ’ ἄλγος, ἢν σὺ μὴ ’γγελᾷς.
Ἰάσων
ὦ τέκνα, μητρὸς ὡς κακῆς ἐκύρσατε.
Μήδεια
ὦ παῖδες, ὡς ὤλεσθε πατρῴᾳ νόσῳ.
Ἰάσων
οὔτοι νυν ἡμὴ δεξιά σφ’ ἀπώλεσεν. 1365
Μήδεια
ἀλλ’ ὕβρις, οἵ τε σοὶ νεοδμῆτες γάμοι.
Ἰάσων
λέχους σφε κἠξίωσας οὕνεκα κτανεῖν.
Μήδεια
σμικρὸν γυναικὶ πῆμα τοῦτ’ εἶναι δοκεῖς;
Ἰάσων
ἥτις γε σώφρων· σοὶ δὲ πάντ’ ἐστὶν κακά.
Μήδεια
οἵδ’ οὐκέτ’ εἰσί· τοῦτο γάρ σε δήξεται. 1370
Ἰάσων
οἵδ’ εἰσίν, οἴμοι, σῷ κάρᾳ μιάστορες.
Μήδεια
ἴσασιν ὅστις ἦρξε πημονῆς θεοί.
Ἰάσων
ἴσασι δῆτα σήν γ’ ἀπόπτυστον φρένα.
Μήδεια
στύγει· πικρὰν δὲ βάξιν ἐχθαίρω σέθεν.
Ἰάσων
καὶ μὴν ἐγὼ σήν· ῥᾴδιον δ’ ἀπαλλαγαί. 1375
Μήδεια
πῶς οὖν; τί δράσω; κάρτα γὰρ κἀγὼ θέλω.
Ἰάσων
θάψαι νεκρούς μοι τούσδε καὶ κλαῦσαι πάρες.
Μήδεια
οὐ δῆτ’, ἐπεί σφας τῇδ’ ἐγὼ θάψω χερί,
 
φέρουσ’ ἐς Ἥρας τέμενος Ἀκραίας θεοῦ,
 
ὡς μή τις αὐτοὺς πολεμίων καθυβρίσῃ, 1380
 
τύμβους ἀνασπῶν· γῇ δὲ τῇδε Σισύφου
 
σεμνὴν ἑορτὴν καὶ τέλη προσάψομεν
 
τὸ λοιπὸν ἀντὶ τοῦδε δυσσεβοῦς φόνου.
 
αὐτὴ δὲ γαῖαν εἶμι τὴν Ἐρεχθέως,
 
Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος. 1385
 
σὺ δ’, ὥσπερ εἰκός, κατθανῇ κακὸς κακῶς,
 
Ἀργοῦς κάρα σὸν λειψάνῳ πεπληγμένος,
 
πικρὰς τελευτὰς τῶν ἐμῶν γάμων ἰδών.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi