Eksodos
Μήδεια
οἷ’ ἐξ ἐμοῦ πέπονθας οἷά τ’ εἰργάσω·
σὺ δ’ οὐκ ἔμελλες τἄμ’ ἀτιμάσας λέχη
τερπνὸν διάξειν βίοτον ἐγγελῶν ἐμοί·
1355
οὐδ’ ἡ τύραννος, οὐδ’ ὁ σοὶ προσθεὶς γάμους
Κρέων ἀνατεὶ τῆσδέ μ’ ἐκβαλεῖν χθονός.
πρὸς ταῦτα καὶ λέαιναν, εἰ βούλῃ, κάλει
καὶ Σκύλλαν ἣ Τυρσηνὸν ᾤκησεν πέδον·
τῆς σῆς γὰρ ὡς χρὴ καρδίας ἀνθηψάμην.
1360
Ἰάσων
καὐτή γε λυπῇ καὶ κακῶν κοινωνὸς εἶ.
Μήδεια
σάφ’ ἴσθι· λύει δ’ ἄλγος, ἢν σὺ μὴ ’γγελᾷς.
Ἰάσων
ὦ τέκνα, μητρὸς ὡς κακῆς ἐκύρσατε.
Μήδεια
ὦ παῖδες, ὡς ὤλεσθε πατρῴᾳ νόσῳ.
Ἰάσων
οὔτοι νυν ἡμὴ δεξιά σφ’ ἀπώλεσεν.
1365
Μήδεια
ἀλλ’ ὕβρις, οἵ τε σοὶ νεοδμῆτες γάμοι.
Ἰάσων
λέχους σφε κἠξίωσας οὕνεκα κτανεῖν.
Μήδεια
σμικρὸν γυναικὶ πῆμα τοῦτ’ εἶναι δοκεῖς;
Ἰάσων
ἥτις γε σώφρων· σοὶ δὲ πάντ’ ἐστὶν κακά.
Μήδεια
οἵδ’ οὐκέτ’ εἰσί· τοῦτο γάρ σε δήξεται.
1370
Ἰάσων
οἵδ’ εἰσίν, οἴμοι, σῷ κάρᾳ μιάστορες.
Μήδεια
ἴσασιν ὅστις ἦρξε πημονῆς θεοί.