Thesauros Edebiyat Tragedya Μήδεια

Μήδεια

Μήδεια Euripides

Epeisodion 5

Παιδαγωγός
δέσποιν’, ἀφεῖνται παῖδες οἵδε σοὶ φυγῆς,
 
καὶ δῶρα νύμφη βασιλὶς ἀσμένη χεροῖν
 
ἐδέξατ’· εἰρήνη δὲ τἀκεῖθεν τέκνοις.
 
ἔα. 1005
 
τί συγχυθεῖσ’ ἕστηκας ἡνίκ’ εὐτυχεῖς; 1005
 
τί σὴν ἔστρεψας ἔμπαλιν παρηίδα
 
κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον;
Μήδεια
αἰαῖ.
Παιδαγωγός
τάδ’ οὐ ξυνῳδὰ τοῖσιν ἐξηγγελμένοις.
Μήδεια
αἰαῖ μάλ’ αὖθις.
Παιδαγωγός.
μῶν τιν’ ἀγγέλλων τύχην
 
οὐκ οἶδα, δόξης δ’ ἐσφάλην εὐαγγέλου; 1010
Μήδεια
ἤγγειλας οἷ’ ἤγγειλας· οὐ σὲ μέμφομαι.·
Παιδαγωγός
τί δαὶ κατηφεῖς ὄμμα καὶ δακρυρροεῖς;
Μήδεια
πολλή μ’ ἀνάγκη, πρέσβυ· ταῦτα γὰρ θεοὶ
 
κἀγὼ κακῶς φρονοῦσ’ ἐμηχανησάμην.
Παιδαγωγός
θάρσει· κάτει τοι καὶ σὺ πρὸς τέκνων ἔτι. 1015
Μήδεια
ἄλλους κατάξω πρόσθεν ἡ τάλαιν’ ἐγώ.
Παιδαγωγός
οὔτοι μόνη σὺ σῶν ἀπεζύγης τέκνων·
 
κούφως φέρειν χρὴ θνητὸν ὄντα συμφοράς.
Μήδεια
δράσω τάδ’. ἀλλὰ βαῖνε δωμάτων ἔσω
 
καὶ παισὶ πόρσυν’ οἷα χρὴ καθ’ ἡμέραν. 1020
 
ὦ τέκνα τέκνα, σφῷν μὲν ἔστι δὴ πόλις
 
καὶ δῶμ’, ἐν ᾧ, λιπόντες ἀθλίαν ἐμέ,
 
οἰκήσετ’ αἰεὶ μητρὸς ἐστερημένοι·
 
ἐγὼ δ’ ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς,
 
πρὶν σφῷν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας, 1025
 
πρὶν λέκτρα καὶ γυναῖκα καὶ γαμηλίους
 
εὐνὰς ἀγῆλαι λαμπάδας τ’ ἀνασχεθεῖν.
 
ὦ δυστάλαινα τῆς ἐμῆς αὐθαδίας.
 
ἄλλως ἄρ’ ὑμᾶς, ὦ τέκν’, ἐξεθρεψάμην,
 
ἄλλως δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις, 1030
 
στερρὰς ἐνεγκοῦσ’ ἐν τόκοις ἀλγηδόνας.
 
ἦ μήν ποθ’ ἡ δύστηνος εἶχον ἐλπίδας
 
πολλὰς ἐν ὑμῖν, γηροβοσκήσειν τ’ ἐμὲ
 
καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν,
 
ζηλωτὸν ἀνθρώποισι· νῦν δ’ ὄλωλε δὴ 1035
 
γλυκεῖα φροντίς. σφῷν γὰρ ἐστερημένη
 
λυπρὸν διάξω βίοτον ἀλγεινόν τ’ ἐμοί.
 
ὑμεῖς δὲ μητέρ’ οὐκέτ’ ὄμμασιν φίλοις
 
ὄψεσθ’, ἐς ἄλλο σχῆμ’ ἀποστάντες βίου.
 
φεῦ φεῦ· τί προσδέρκεσθέ μ’ ὄμμασιν, τέκνα; 1040
 
τί προσγελᾶτε τὸν πανύστατον γέλων;
 
αἰαῖ· τί δράσω; καρδία γὰρ οἴχεται,
 
γυναῖκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων.
 
οὐκ ἂν δυναίμην· χαιρέτω βουλεύματα
 
τὰ πρόσθεν· ἄξω παῖδας ἐκ γαίας ἐμούς. 1045
 
τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖς
 
λυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά;
 
οὐ δῆτ’ ἔγωγε. χαιρέτω βουλεύματα.
 
καίτοι τί πάσχω; βούλομαι γέλωτ’ ὀφλεῖν
 
ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους; 1050
 
τολμητέον τάδ’. ἀλλὰ τῆς ἐμῆς κάκης,
 
τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί.
 
χωρεῖτε, παῖδες, ἐς δόμους. ὅτῳ δὲ μὴ
 
θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν,
 
αὐτῷ μελήσει· χεῖρα δ’ οὐ διαφθερῶ. 1055
 
ἆ ἆ.
 
μὴ δῆτα, θυμέ, μὴ σύ γ’ ἐργάσῃ τάδε·
 
ἔασον αὐτούς, ὦ τάλαν, φεῖσαι τέκνων·
 
ἐκεῖ μεθ’ ἡμῶν ζῶντες εὐφρανοῦσί σε.
 
μὰ τοὺς παρ’ Ἅιδῃ νερτέρους ἀλάστορας,
 
οὔτοι ποτ’ ἔσται τοῦθ’ ὅπως ἐχθροῖς ἐγὼ 1060
 
παῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι.
 
πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,
 
ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.
 
πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται.
 
καὶ δὴ ’πὶ κρατὶ στέφανος, ἐν πέπλοισι δὲ 1065
 
νύμφη τύραννος ὄλλυται, σάφ’ οἶδ’ ἐγώ.
 
ἀλλ’, εἶμι γὰρ δὴ τλημονεστάτην ὁδόν,
 
καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι,
 
παῖδας προσειπεῖν βούλομαι.—δότ’, ὦ τέκνα,
 
δότ’ ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα. 1070
 
ὦ φιλτάτη χείρ, φίλτατον δέ μοι στόμα
 
καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων,
 
εὐδαιμονοῖτον, ἀλλ’ ἐκεῖ· τὰ δ’ ἐνθάδε
 
πατὴρ ἀφείλετ’. ὦ γλυκεῖα προσβολή,
 
ὦ μαλθακὸς χρὼς πνεῦμά θ’ ἥδιστον τέκνων. 1075
 
χωρεῖτε χωρεῖτ’· οὐκέτ’ εἰμὶ προσβλέπειν
 
οἵα τε πρὸς ὑμᾶς, ἀλλὰ νικῶμαι κακοῖς.
 
καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,
 
θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων,
 
ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς. 1080

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi