Thesauros Edebiyat Tragedya Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ Sophocles

Epeisodion 4

Οἰδίπους
ποῦ ποῦ; τί φής; πῶς εἶπας;
Ἀντιγόνη
ὦ πάτερ πάτερ,
 
τίς ἂν θεῶν σοι τόνδʼ ἄριστον ἄνδρʼ ἰδεῖν 1100
 
δοίη, τὸν ἡμᾶς δεῦρο προσπέμψαντά σοι;
Οἰδίπους
ὦ τέκνον, ἦ πάρεστον;
Ἀντιγόνη
αἵδε γὰρ χέρες
 
Θησέως ἔσωσαν φιλτάτων τʼ ὀπαόνων.
Οἰδίπους
προσέλθετʼ ὦ παῖ, πατρὶ καὶ τὸ μηδαμὰ
 
ἐλπισθὲν ἥξειν σῶμα βαστάσαι δότε. 1105
Ἀντιγόνη
αἰτεῖς ἃ τεύξει· σὺν πόθῳ γὰρ ἡ χάρις.
Οἰδίπους
ποῦ δῆτα, ποῦ ʼστόν;
Ἀντιγόνη
αἵδʼ ὁμοῦ πελάζομεν.
Οἰδίπους
ὦ φίλτατʼ ἔρνη.
Ἀντιγόνη
τῷ τεκόντι πᾶν φίλον.
Οἰδίπους
ὦ σκῆπτρα φωτός.
Ἀντιγόνη
δυσμόρου γε δύσμορα.
Οἰδίπους
ἔχω τὰ φίλτατʼ, οὐδʼ ἔτʼ ἂν πανάθλιος 1110
 
θανὼν ἂν εἴην σφῷν παρεστώσαιν ἐμοί.
 
ἐρείσατʼ, ὦ παῖ, πλευρὸν ἀμφιδέξιον
 
ἐμφύντε τῷ φύσαντι, κἀναπαύσατον
 
τοῦ πρόσθʼ ἐρήμου τοῦδε δυστήνου πλάνου.
 
καί μοι τὰ πραχθέντʼ εἴπαθʼ ὡς βράχιστʼ, ἐπεὶ 1115
 
ταῖς τηλικαῖσδε σμικρὸς ἐξαρκεῖ λόγος.
Ἀντιγόνη
ὅδʼ ἔσθʼ ὁ σώσας· τοῦδε χρὴ κλύειν, πάτερ,
 
οὗ κἄστι τοὔργον· τοὐμὸν ὧδʼ ἔσται βραχύ.
Οἰδίπους
ὦ ξεῖνε, μὴ θαύμαζε, πρὸς τὸ λιπαρὲς
 
τέκνʼ εἰ φανέντʼ ἄελπτα μηκύνω λόγον. 1120
 
ἐπίσταμαι γὰρ τήνδε τὴν ἐς τάσδε μοι
 
τέρψιν παρʼ ἄλλου μηδενὸς πεφασμένην·
 
σὺ γάρ νιν ἐξέσωσας, οὐκ ἄλλος βροτῶν.
 
καί σοι θεοὶ πόροιεν ὡς ἐγὼ θέλω,
 
αὐτῷ τε καὶ γῇ τῇδʼ, ἐπεὶ τό γʼ εὐσεβὲς 1125
 
μόνοις παρʼ ὑμῖν ηὗρον ἀνθρώπων ἐγὼ
 
καὶ τοὐπιεικὲς καὶ τὸ μὴ ψευδοστομεῖν.
 
εἰδὼς δʼ ἀμύνω τοῖσδε τοῖς λόγοις τάδε·
 
ἔχω γὰρ ἅχω διὰ σὲ κοὐκ ἄλλον βροτῶν·
 
καί μοι χέρʼ, ὦναξ, δεξιὰν ὄρεξον, ὡς 1130
 
ψαύσω φιλήσω τʼ, εἰ θέμις, τὸ σὸν κάρα.
 
καίτοι τί φωνῶ; πῶς σʼ ἂν ἄθλιος γεγὼς
 
θιγεῖν θελήσαιμʼ ἀνδρός, ᾧ τίς οὐκ ἔνι
 
κηλὶς κακῶν ξύνοικος; οὐκ ἔγωγέ σε,
 
οὐδʼ οὖν ἐάσω· τοῖς γὰρ ἐμπείροις βροτῶν 1135
 
μόνοις οἷόν τε συνταλαιπωρεῖν τάδε.
 
σὺ δʼ αὐτόθεν μοι χαῖρε καὶ τὰ λοιπά μου
 
μέλου δικαίως, ὥσπερ ἐς τόδʼ ἡμέρας.
Θησεύς
οὔτʼ εἴ τι μῆκος τῶν λόγων ἔθου πλέον,
 
τέκνοισι τερφθεὶς τοῖσδε, θαυμάσας ἔχω, 1140
 
οὔτʼ εἰ πρὸ τοὐμοῦ προύλαβες τὰ τῶνδʼ ἔπη.
 
βάρος γὰρ ἡμᾶς οὐδὲν ἐκ τούτων ἔχει.
 
οὐ γὰρ λόγοισι τὸν βίον σπουδάζομεν
 
λαμπρὸν ποεῖσθαι μᾶλλον ἢ τοῖς δρωμένοις.
 
δείκνυμι δʼ· ὧν γὰρ ὤμοσʼ οὐκ ἐψευσάμην 1145
 
οὐδέν σε, πρέσβυ· τάσδε γὰρ πάρειμʼ ἄγων
 
ζώσας, ἀκραιφνεῖς τῶν κατηπειλημένων.
 
χὤπως μὲν ἁγὼν ᾑρέθη, τί δεῖ μάτην
 
κομπεῖν, ἅ γʼ εἴσει καὐτὸς ἐκ ταύταιν ξυνών;
 
λόγος δʼ ὃς ἐμπέπτωκεν ἀρτίως ἐμοὶ 1150
 
στείχοντι δεῦρο, συμβαλοῦ γνώμην, ἐπεὶ
 
σμικρὸς μὲν εἰπεῖν, ἄξιος δὲ θαυμάσαι·
 
πρᾶγος δʼ ἀτίζειν οὐδὲν ἄνθρωπον χρεών.
Οἰδίπους
τί δʼ ἔστι, τέκνον Αἰγέως; δίδασκέ με
 
ὡς μὴ εἰδότʼ αὐτὸν μηδὲν ὧν σὺ πυνθάνει. 1155
Θησεύς
φασίν τινʼ ἡμῖν ἄνδρα, σοὶ μὲν ἔμπολιν
 
οὐκ ὄντα, συγγενῆ δέ, προσπεσόντα πως
 
βωμῷ καθῆσθαι τῷ Ποσειδῶνος, παρʼ ᾧ
 
θύων ἔκυρον, ἡνίχʼ ὡρμώμην ἐγώ.
Οἰδίπους
ποδαπόν; τί προσχρῄζοντα τῷ θακήματι· 1160
Θησεύς
οὐκ οἶδα πλὴν ἕν· σοῦ γάρ, ὡς λέγουσί μοι,
 
βραχύν τινʼ αἰτεῖ μῦθον οὐκ ὄγκου πλέων.
Οἰδίπους
ποῖόν τινʼ; οὐ γὰρ ἥδʼ ἕδρα σμικροῦ λόγου.
Θησεύς
σοὶ φασὶν αὐτὸν ἐς λόγους ἐλθεῖν μόνον
 
αἰτεῖν ἀπελθεῖν τʼ ἀσφαλῶς τῆς δεῦρʼ ὁδοῦ. 1165
Οἰδίπους
τίς δῆτʼ ἂν εἴη τήνδʼ ὁ προσθακῶν ἕδραν;
Θησεύς
ὅρα κατʼ Ἄργος εἴ τις ὑμὶν ἐγγενὴς
 
ἔσθʼ, ὅστις ἄν σου τοῦτο προσχρῄζοι τυχεῖν.
Οἰδίπους
ὦ φίλτατε, σχὲς οὗπερ εἶ.
Θησεύς
τί δʼ ἔστι σοι;
Οἰδίπους
μή μου δεηθῇς. 1170
Θησεύς
πράγματος ποίου; λέγε. 1170
Οἰδίπους
ἔξοιδʼ ἀκούων τῶνδʼ ὅς ἐσθʼ ὁ προστάτης.
Θησεύς
καὶ τίς ποτʼ ἐστὶν ὅν γʼ ἐγὼ ψέξαιμί τι;
Οἰδίπους
παῖς οὑμός, ὦναξ, στυγνός, οὗ λόγων ἐγὼ
 
ἄλγιστʼ ἂν ἀνδρῶν ἐξανασχοίμην κλύων.
Θησεύς
τί δʼ; οὐκ ἀκούειν ἔστι καὶ μὴ δρᾶν ἃ μὴ 1175
 
χρῄζεις; τί σοι τοῦτʼ ἐστὶ λυπηρὸν κλύειν;
Οἰδίπους
ἔχθιστον, ὦναξ, φθέγμα τοῦθʼ ἥκει πατρί·
 
καὶ μή μʼ ἀνάγκῃ προσβάλῃς τάδʼ εἰκαθεῖν.
Θησεύς
ἀλλʼ εἰ τὸ θάκημʼ ἐξαναγκάζει, σκόπει
 
μή σοι πρόνοιʼ ᾖ τοῦ θεοῦ φυλακτέα. 1180
Ἀντιγόνη
πάτερ, πιθοῦ μοι, κεἰ νέα παραινέσω.
 
τὸν ἄνδρʼ ἔασον τόνδε τῇ θʼ αὑτοῦ φρενὶ
 
χάριν παρασχεῖν τῷ θεῷ θʼ ἃ βούλεται,
 
καὶ νῷν ὕπεικε τὸν κασίγνητον μολεῖν. 1185
 
οὐ γάρ σε, θάρσει, πρὸς βίαν παρασπάσει
 
γνώμης, ἃ μή σοι συμφέροντα λέξεται.
 
λόγων δʼ ἀκοῦσαι τίς βλάβη; τά τοι κακῶς
 
ηὑρημένʼ ἔργα τῷ λόγῳ μηνύεται.
 
ἔφυσας αὐτόν· ὥστε μηδὲ δρῶντά σε 1190
 
τὰ τῶν κακίστων δυσσεβέστατʼ, ὦ πάτερ,
 
θέμις σέ γʼ εἶναι κεῖνον ἀντιδρᾶν κακῶς.
 
ἀλλʼ ἔασον· εἰσὶ χἀτέροις γοναὶ κακαὶ
 
καὶ θυμὸς ὀξύς, ἀλλὰ νουθετούμενοι
 
φίλων ἐπῳδαῖς ἐξεπᾴδονται φύσιν. 1195
 
σὺ δʼ εἰς ἐκεῖνα, μὴ τὰ νῦν, ἀποσκόπει
 
πατρῷα καὶ μητρῷα πήμαθʼ ἅπαθες·
 
κἂν κεῖνα λεύσσῃς, οἶδʼ ἐγώ, γνώσει κακοῦ
 
θυμοῦ τελευτὴν ὡς κακὴ προσγίγνεται.
 
ἔχεις γὰρ οὐχὶ βαιὰ τἀνθυμήματα, 1200
 
τῶν σῶν ἀδέρκτων ὀμμάτων τητώμενος.
 
ἀλλʼ ἡμὶν εἶκε· λιπαρεῖν γὰρ οὐ καλὸν
 
δίκαια προσχρῄζουσιν, οὐδʼ αὐτὸν μὲν εὖ
 
πάσχειν, παθόντα δʼ οὐκ ἐπίστασθαι τίνειν.
Οἰδίπους
τέκνον, βαρεῖαν ἡδονὴν νικᾶτέ με 1205
 
λέγοντες· ἔστω δʼ οὖν ὅπως ὑμῖν φίλον.
 
μόνον, ξένʼ, εἴπερ κεῖνος ὧδʼ ἐλεύσεται,
 
μηδεὶς κρατείτω τῆς ἐμῆς ψυχῆς ποτε.
Θησεύς
ἅπαξ τὰ τοιαῦτʼ, οὐχὶ δὶς χρῄζω κλύειν,
 
ὦ πρέσβυ. κομπεῖν δʼ οὐχὶ βούλομαι· σὺ δʼ ὢν
 
σῶς ἴσθʼ, ἐάν περ κἀμέ τις σῴζῃ θεῶν. 1210

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi