Thesauros Edebiyat Tragedya Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ Sophocles

Epeisodion 1

Χορός
ἀλλʼ ἴσθι, τέκνον Οἰδίπου, σέ τʼ ἐξ ἴσου
 
οἰκτίρομεν καὶ τόνδε συμφορᾶς χάριν· 255
 
τὰ δʼ ἐκ θεῶν τρέμοντες οὐ σθένοιμεν ἂν
 
φωνεῖν πέρα τῶν πρὸς σὲ νῦν εἰρημένων.
Οἰδίπους
τί δῆτα δόξης ἢ τί κληδόνος καλῆς
 
μάτην ῥεούσης ὠφέλημα γίγνεται,
 
εἰ τάς γʼ Ἀθήνας φασὶ θεοσεβεστάτας 260
 
εἶναι, μόνας δὲ τὸν κακούμενον ξένον
 
σῴζειν οἵας τε καὶ μόνας ἀρκεῖν ἔχειν;
 
κἄμοιγε ποῦ τοῦτʼ ἐστίν, οἵτινες βάθρων
 
ἐκ τῶνδέ μʼ ἐξάραντες εἶτʼ ἐλαύνετε,
 
ὄνομα μόνον δείσαντες; οὐ γὰρ δὴ τό γε 265
 
σῶμʼ οὐδὲ τἄργα τἄμʼ· ἐπεὶ τά γʼ ἔργα μου
 
πεπονθότʼ ἐστὶ μᾶλλον ἢ δεδρακότα,
 
εἴ σοι τὰ μητρὸς καὶ πατρὸς χρείη λέγειν,
 
ὧν οὕνεκʼ ἐκφοβεῖ με· τοῦτʼ ἐγὼ καλῶς
 
ἔξοιδα. καίτοι πῶς ἐγὼ κακὸς φύσιν, 270
 
ὅστις παθὼν μὲν ἀντέδρων, ὥστʼ εἰ φρονῶν
 
ἔπρασσον, οὐδʼ ἂν ὧδʼ ἐγιγνόμην κακός;
 
νῦν δʼ οὐδὲν εἰδὼς ἱκόμην ἵνʼ ἱκόμην,
 
ὑφʼ ὧν δʼ ἔπασχον, εἰδότων ἀπωλλύμην.
 
ἀνθʼ ὧν ἱκνοῦμαι πρὸς θεῶν ὑμᾶς, ξένοι, 275
 
ὥσπερ με κἀνεστήσαθʼ, ὧδε σώσατε,
 
καὶ μὴ θεοὺς τιμῶντες εἶτα τοὺς θεοὺς
 
μοίρας ποιεῖσθε μηδαμῶς· ἡγεῖσθε δὲ
 
βλέπειν μὲν αὐτοὺς πρὸς τὸν εὐσεβῆ βροτῶν,
 
βλέπειν δὲ πρὸς τοὺς δυσσεβεῖς, φυγὴν δέ του 280
 
μήπω γενέσθαι φωτὸς ἀνοσίου βροτῶν.
 
ξὺν οἷς σὺ μὴ κάλυπτε τὰς εὐδαίμονας
 
ἔργοις Ἀθήνας ἀνοσίοις ὑπηρετῶν,
 
ἀλλʼ ὥσπερ ἔλαβες τὸν ἱκέτην ἐχέγγυον,
 
ῥύου με κἀκφύλασσε· μηδέ μου κάρα 285
 
τὸ δυσπρόσοπτον εἰσορῶν ἀτιμάσῃς,
 
ἥκω γὰρ ἱερὸς εὐσεβής τε καὶ φέρων
 
ὄνησιν ἀστοῖς τοῖσδʼ· ὅταν δʼ ὁ κύριος
 
παρῇ τις, ὑμῶν ὅστις ἐστὶν ἡγεμών,
 
τότʼ εἰσακούων πάντʼ ἐπιστήσει· τὰ δὲ 290
 
μεταξὺ τούτου μηδαμῶς γίγνου κακός.
Χορός
ταρβεῖν μέν, ὦ γεραιέ, τἀνθυμήματα
 
πολλή ʼστʼ ἀνάγκη τἀπὸ σοῦ· λόγοισι γὰρ
 
οὐκ ὠνόμασται βραχέσι· τοὺς δὲ τῆσδε γῆς
 
ἄνακτας ἀρκεῖ ταῦτά μοι διειδέναι. 295
Οἰδίπους
καὶ ποῦ ʼσθʼ ὁ κραίνων τῆσδε τῆς χώρας, ξένοι;
Χορός
πατρῷον ἄστυ γῆς ἔχει· σκοπὸς δέ νιν,
 
ὃς κἀμὲ δεῦρʼ ἔπεμψεν, οἴχεται στελῶν.
Οἰδίπους
ἦ καὶ δοκεῖτε τοῦ τυφλοῦ τινʼ ἐντροπὴν
 
ἢ φροντίδʼ, ἕξειν, αὐτὸν ὥστʼ ἐλθεῖν πέλας; 300
Χορός
καὶ κάρθʼ, ὅταν περ τοὔνομʼ αἴσθηται τὸ σόν.
Οἰδίπους
τίς δʼ ἔσθʼ ὁ κείνῳ τοῦτο τοὔπος ἀγγελῶν;
Χορός
μακρὰ κέλευθος· πολλὰ δʼ ἐμπόρων ἔπη
 
φιλεῖ πλανᾶσθαι, τῶν ἐκεῖνος ἀΐων,
 
θάρσει, παρέσται. πολὺ γάρ, ὦ γέρον, τὸ σὸν 305
 
ὄνομα διήκει πάντας, ὥστε κεἰ βραδὺς
 
εὕδει, κλύων σοῦ δεῦρʼ ἀφίξεται ταχύς.
Οἰδίπους
ἀλλʼ εὐτυχὴς ἵκοιτο τῇ θʼ αὑτοῦ πόλει
 
ἐμοί τε· τίς γὰρ ἐσθλὸς οὐχ αὑτῷ φίλος;
Ἀντιγόνη
ὦ Ζεῦ, τί λέξω; ποῖ φρενῶν ἔλθω, πάτερ; 310
Οἰδίπους
τί δʼ ἔστι, τέκνον Ἀντιγόνη;
Ἀντιγόνη
γυναῖχʼ ὁρῶ
 
στείχουσαν ἡμῶν ἆσσον, Αἰτναίας ἐπὶ
 
πώλου βεβῶσαν· κρατὶ δʼ ἡλιοστεγὴς
 
κυνῆ πρόσωπα Θεσσαλίς νιν ἀμπέχει.
 
τί φῶ; 315
 
ἆρʼ ἔστιν; ἆρʼ οὐκ ἔστιν; ἢ γνώμη πλανᾷ;
 
καὶ φημὶ κἀπόφημι κοὐκ ἔχω τί φῶ.
 
τάλαινα.
 
οὐκ ἔστιν ἄλλη· φαιδρὰ γοῦν ἀπʼ ὀμμάτων
 
σαίνει με προσστείχουσα· σημαίνει δʼ ὅτι 320
 
μόνης τόδʼ ἐστὶ δῆλον Ἰσμήνης κάρα.
Οἰδίπους
πῶς εἶπας, ὦ παῖ;
Ἀντιγόνη
παῖδα σήν, ἐμὴν δʼ ὁρᾶν
 
ὅμαιμον· αὐδῇ δʼ αὐτίκʼ ἔξεστιν μαθεῖν.
Ἰσμήνη
ὦ δισσὰ πατρὸς καὶ κασιγνήτης ἐμοὶ
 
ἥδιστα προσφωνήμαθʼ, ὡς ὑμᾶς μόλις 325
 
εὑροῦσα λύπῃ δεύτερον μόλις βλέπω.
Οἰδίπους
ὦ τέκνον, ἥκεις;
Ἰσμήνη
ὦ πάτερ δύσμοιρʼ ὁρᾶν.
Οἰδίπους
τέκνον, πέφηνας;
Ἰσμήνη
οὐκ ἄνευ μόχθου γέ μοι.
Οἰδίπους
πρόσψαυσον, ὦ παῖ.
Ἰσμήνη
θιγγάνω δυοῖν ὁμοῦ.
Οἰδίπους
ὦ σπέρμʼ ὅμαιμον. 330
Ἰσμήνη
ὦ δυσάθλιαι τροφαί. 330
Οἰδίπους
ἦ τῆσδε κἀμοῦ;
Ἰσμήνη
δυσμόρου τʼ ἐμοῦ τρίτης.
Οἰδίπους
τέκνον, τί δʼ ἦλθες;
Ἰσμήνη
σῇ, πάτερ, προμηθίᾳ.
Οἰδίπους
πότερα πόθοισι;
Ἰσμήνη
καὶ λόγων γʼ αὐτάγγελος,
 
ξὺν ᾧπερ εἶχον οἰκετῶν πιστῷ μόνῳ.
Οἰδίπους
οἱ δʼ αὐθόμαιμοι ποῦ νεανίαι πονεῖν; 335
Ἰσμήνη
εἴσʼ οὗπέρ εἰσι· δεινὰ τἀν κείνοις τανῦν.
Οἰδίπους
ὦ πάντʼ ἐκείνω τοῖς ἐν Αἰγύπτῳ νόμοις
 
φύσιν κατεικασθέντε καὶ βίου τροφάς·
 
ἐκεῖ γὰρ οἱ μὲν ἄρσενες κατὰ στέγας
 
θακοῦσιν ἱστουργοῦντες, αἱ δὲ σύννομοι 340
 
τἄξω βίου τροφεῖα πορσύνουσʼ ἀεί.
 
σφῷν δʼ, ὦ τέκνʼ, οὓς μὲν εἰκὸς ἦν πονεῖν τάδε,
 
κατʼ οἶκον οἰκουροῦσιν ὥστε παρθένοι,
 
σφὼ δʼ ἀντʼ ἐκείνων τἀμὰ δυστήνου κακὰ
 
ὑπερπονεῖτον. ἡ μὲν ἐξ ὅτου νέας 345
 
τροφῆς ἔληξε καὶ κατίσχυσεν δέμας,
 
ἀεὶ μεθʼ ἡμῶν δύσμορος πλανωμένη
 
γερονταγωγεῖ, πολλὰ μὲν κατʼ ἀγρίαν
 
ὕλην ἄσιτος νηλίπους τʼ ἀλωμένη,
 
πολλοῖσι δʼ ὄμβροις ἡλίου τε καύμασιν 350
 
μοχθοῦσα τλήμων δεύτερʼ ἡγεῖται τὰ τῆς
 
οἴκοι διαίτης, εἰ πατὴρ τροφὴν ἔχοι.
 
σὺ δʼ, ὦ τέκνον, πρόσθεν μὲν ἐξίκου πατρὶ
 
μαντεῖʼ ἄγουσα πάντα, Καδμείων λάθρᾳ,
 
ἃ τοῦδʼ ἐχρήσθη σώματος, φύλαξ τέ μου 355
 
πιστὴ κατέστης, γῆς ὅτʼ ἐξηλαυνόμην·
 
νῦν δʼ αὖ τίνʼ ἥκεις μῦθον, Ἰσμήνη, πατρὶ
 
φέρουσα; τίς σʼ ἐξῆρεν οἴκοθεν στόλος;
 
ἥκεις γὰρ οὐ κενή γε, τοῦτʼ ἐγὼ σαφῶς
 
ἔξοιδα, μὴ οὐχὶ δεῖμʼ ἐμοὶ φέρουσά τι. 360
Ἰσμήνη
ἐγὼ τὰ μὲν παθήμαθʼ ἅπαθον, πάτερ,
 
ζητοῦσα τὴν σὴν ποῦ κατοικοίης τροφήν,
 
παρεῖσʼ ἐάσω· δὶς γὰρ οὐχὶ βούλομαι
 
πονοῦσά τʼ ἀλγεῖν καὶ λέγουσʼ αὖθις πάλιν.
 
ἃ δʼ ἀμφὶ τοῖν σοῖν δυσμόροιν παίδοιν κακὰ 365
 
νῦν ἐστι, ταῦτα σημανοῦσʼ ἐλήλυθα.
 
πρὶν μὲν γὰρ αὐτοῖς ἦν ἔρως Κρέοντί τε
 
θρόνους ἐᾶσθαι μηδὲ χραίνεσθαι πόλιν,
 
λόγῳ σκοποῦσι τὴν πάλαι γένους φθοράν,
 
οἵα κατέσχε τὸν σὸν ἄθλιον δόμον· 370
 
νῦν δʼ ἐκ θεῶν του κἀλιτηρίου φρενὸς
 
εἰσῆλθε τοῖν τρὶς ἀθλίοιν ἔρις κακή,
 
ἀρχῆς λαβέσθαι καὶ κράτους τυραννικοῦ.
 
χὠ μὲν νεάζων καὶ χρόνῳ μείων γεγὼς
 
τὸν πρόσθε γεννηθέντα Πολυνείκη θρόνων 375
 
ἀποστερίσκει, κἀξελήλακεν πάτρας.
 
ὁ δʼ, ὡς καθʼ ἡμᾶς ἔσθʼ ὁ πληθύων λόγος,
 
τὸ κοῖλον Ἄργος βὰς φυγὰς προσλαμβάνει
 
κῆδός τε καινὸν καὶ ξυνασπιστὰς φίλους
 
ὡς αὐτίκʼ Ἄργος ἢ τὸ Καδμείων πέδον 380
 
τιμῇ καθέξον ἢ πρὸς οὐρανὸν βιβῶν.
 
ταῦτʼ οὐκ ἀριθμός ἐστιν, ὦ πάτερ, λόγων,
 
ἀλλʼ ἔργα δεινά· τοὺς δὲ σοὺς ὅπου θεοὶ
 
πόνους κατοικτιοῦσιν οὐκ ἔχω μαθεῖν.
Οἰδίπους
ἤδη γὰρ ἔσχες ἐλπίδʼ ὡς ἐμοῦ θεοὺς 385
 
ὤραν τινʼ ἕξειν, ὥστε σωθῆναί ποτε;
Ἰσμήνη
ἔγωγε τοῖς νὺν γʼ, ὦ πάτερ, μαντεύμασιν.
Οἰδίπους
ποίοισι τούτοις; τί δὲ τεθέσπισται, τέκνον;
Ἰσμήνη
σὲ τοῖς ἐκεῖ ζητητὸν ἀνθρώποις ποτὲ
 
θανόντʼ ἔσεσθαι ζῶντά τʼ εὐσοίας χάριν. 390
Οἰδίπους
τίς δʼ ἂν τοιοῦδʼ ὑπʼ ἀνδρὸς εὖ πράξειεν ἄν;
Ἰσμήνη
ἐν σοὶ τὰ κείνων φασὶ γίγνεσθαι κράτη.
Οἰδίπους
ὅτʼ οὐκέτʼ εἰμί, τηνικαῦτʼ ἄρʼ εἴμʼ ἀνήρ;
Ἰσμήνη
νῦν γὰρ θεοί σʼ ὀρθοῦσι, πρόσθε δʼ ὤλλυσαν.
Οἰδίπους
γέροντα δʼ ὀρθοῦν φλαῦρον ὃς νέος πέσῃ. 395
Ἰσμήνη
καὶ μὴν Κρέοντά γʼ ἴσθι σοι τούτων χάριν
 
ἥξοντα βαιοῦ κοὐχὶ μυρίου χρόνου.
Οἰδίπους
ὅπως τί δράσῃ, θύγατερ; ἑρμήνευέ μοι.
Ἰσμήνη
ὥς σʼ ἄγχι γῆς στήσωσι Καδμείας, ὅπως
 
κρατῶσι μὲν σοῦ, γῆς δὲ μὴ ʼμβαίνῃς ὅρων. 400
Οἰδίπους
ἡ δʼ ὠφέλησις τίς θύρασι κειμένου;
Ἰσμήνη
κείνοις ὁ τύμβος δυστυχῶν ὁ σὸς βαρύς.
Οἰδίπους
κἄνευ θεοῦ τις τοῦτό γʼ ἂν γνώμῃ μάθοι.
Ἰσμήνη
τούτου χάριν τοίνυν σε προσθέσθαι πέλας
 
χώρας θέλουσι, μηδʼ ἵνʼ ἂν σαυτοῦ κρατοῖς. 405
Οἰδίπους
ἦ καὶ κατασκιῶσι Θηβαίᾳ κόνει;
Ἰσμήνη
ἀλλʼ οὐκ ἐᾷ τοὔμφυλον αἷμά σʼ, ὦ πάτερ.
Οἰδίπους
οὐκ ἆρʼ ἐμοῦ γε μὴ κρατήσωσίν ποτε.
Ἰσμήνη
ἔσται ποτʼ ἆρα τοῦτο Καδμείοις βάρος.
Οἰδίπους
ποίας φανείσης, ὦ τέκνον, συναλλαγῆς; 410
Ἰσμήνη
τῆς σῆς ὑπʼ ὀργῆς, σοῖς ὅταν στῶσιν τάφοις.
Οἰδίπους
ἃ δʼ ἐννέπεις, κλύουσα τοῦ λέγεις, τέκνον;
Ἰσμήνη
ἀνδρῶν θεωρῶν Δελφικῆς ἀφʼ ἑστίας.
Οἰδίπους
καὶ ταῦτʼ ἐφʼ ἡμῖν Φοῖβος εἰρηκὼς κυρεῖ;
Ἰσμήνη
ὥς φασιν οἱ μολόντες εἰς Θήβης πέδον. 415
Οἰδίπους
παίδων τις οὖν ἤκουσε τῶν ἐμῶν τάδε;
Ἰσμήνη
ἄμφω γʼ ὁμοίως, κἀξεπίστασθον καλῶς.
Οἰδίπους
κᾆθʼ οἱ κάκιστοι τῶνδʼ ἀκούσαντες, πάρος
 
τοὐμοῦ πόθου προύθεντο τὴν τυραννίδα;
Ἰσμήνη
ἀλγῶ κλύουσα ταῦτʼ ἐγώ, φέρω δʼ ὅμως. 420
Οἰδίπους
ἀλλʼ οἱ θεοί σφιν μήτε τὴν πεπρωμένην
 
ἔριν κατασβέσειαν, ἔν τʼ ἐμοὶ τέλος
 
αὐτοῖν γένοιτο τῆσδε τῆς μάχης πέρι,
 
ἧς νῦν ἔχονται κἀπαναίρονται δόρυ·
 
ὡς οὔτʼ ἂν ὃς νῦν σκῆπτρα καὶ θρόνους ἔχει 425
 
μείνειεν οὔτʼ ἂν οὑξεληλυθὼς πάλιν
 
ἔλθοι ποτʼ αὖθις· οἵ γε τὸν φύσαντʼ ἐμὲ
 
οὕτως ἀτίμως πατρίδος ἐξωθούμενον
 
οὐκ ἔσχον οὐδʼ ἤμυναν, ἀλλʼ ἀνάστατος
 
αὐτοῖς ἐπέμφθην κἀξεκηρύχθην φυγάς. 430
 
εἴποις ἂν ὡς θέλοντι τοῦτʼ ἐμοὶ τότε
 
πόλις τὸ δῶρον εἰκότως κατῄνεσεν.
 
οὐ δῆτʼ, ἐπεί τοι τὴν μὲν αὐτίχʼ ἡμέραν,
 
ὁπηνίκʼ ἔζει θυμός, ἥδιστον δέ μοι
 
τὸ κατθανεῖν ἦν καὶ τὸ λευσθῆναι πέτροις, 435
 
οὐδεὶς ἔρωτʼ ἐς τόνδʼ ἐφαίνετʼ ὠφελῶν·
 
χρόνῳ δʼ, ὅτʼ ἤδη πᾶς ὁ μόχθος ἦν πέπων,
 
κἀμάνθανον τὸν θυμὸν ἐκδραμόντα μοι
 
μείζω κολαστὴν τῶν πρὶν ἡμαρτημένων,
 
τὸ τηνίκʼ ἤδη τοῦτο μὲν πόλις βίᾳ 440
 
ἤλαυνέ μʼ ἐκ γῆς χρόνιον, οἱ δʼ ἐπωφελεῖν,
 
οἱ τοῦ πατρός, τῷ πατρὶ δυνάμενοι, τὸ δρᾶν
 
οὐκ ἠθέλησαν, ἀλλʼ ἔπους σμικροῦ χάριν
 
φυγάς σφιν ἔξω πτωχὸς ἠλώμην ἀεί.
 
ἐκ ταῖνδε δʼ, οὔσαιν παρθένοιν, ὅσον φύσις 445
 
δίδωσιν αὐταῖν, καὶ τροφὰς ἔχω βίου
 
καὶ γῆς ἄδειαν καὶ γένους ἐπάρκεσιν·
 
τὼ δʼ ἀντὶ τοῦ φύσαντος εἱλέσθην θρόνους
 
καὶ σκῆπτρα κραίνειν καὶ τυραννεύειν χθονός.
 
ἀλλʼ οὔ τι μὴ λάχωσι τοῦδε συμμάχου, 450
 
οὐδέ σφιν ἀρχῆς τῆσδε Καδμείας ποτὲ
 
ὄνησις ἥξει· τοῦτʼ ἐγῷδα, τῆσδέ τε
 
μαντεῖʼ ἀκούων συννοῶν τε τἀξ ἐμοῦ
 
παλαίφαθʼ ἁμοὶ Φοῖβος ἤνυσέν ποτε.
 
πρὸς ταῦτα καὶ Κρέοντα πεμπόντων ἐμοῦ 455
 
μαστῆρα, κεἴ τις ἄλλος ἐν πόλει σθένει.
 
ἐὰν γὰρ ὑμεῖς, ὦ ξένοι, θέληθʼ ὁμοῦ
 
προστάτισι ταῖς σεμναῖσι δημούχοις θεαῖς
 
ἀλκὴν ποεῖσθαι, τῇδε τῇ πόλει μέγαν
 
σωτῆρʼ ἀρεῖσθε, τοῖς δʼ ἐμοῖς ἐχθροῖς πόνους. 460
Χορός
ἐπάξιος μέν, Οἰδίπους, κατοικτίσαι,
 
αὐτός τε παῖδές θʼ αἵδʼ· ἐπεὶ δὲ τῆσδε γῆς
 
σωτῆρα σαυτὸν τῷδʼ ἐπεμβάλλεις λόγῳ,
 
παραινέσαι σοι βούλομαι τὰ σύμφορα.
Οἰδίπους
ὦ φίλταθʼ, ὡς νῦν πᾶν τελοῦντι προξένει. 465
Χορός
θοῦ νῦν καθαρμὸν τῶνδε δαιμόνων, ἐφʼ ἃς
 
τὸ πρῶτον ἵκου καὶ κατέστειψας πέδον.
Οἰδίπους
τρόποισι ποίοις; ὦ ξένοι, διδάσκετε.
Χορός
πρῶτον μὲν ἱερὰς ἐξ ἀειρύτου χοὰς
 
κρήνης ἐνεγκοῦ, διʼ ὁσίων χειρῶν θιγών. 470
Οἰδίπους
ὅταν δὲ τοῦτο χεῦμʼ ἀκήρατον λάβω;
Χορός
κρατῆρές εἰσιν, ἀνδρὸς εὔχειρος τέχνη,
 
ὧν κρᾶτʼ ἔρεψον καὶ λαβὰς ἀμφιστόμους.
Οἰδίπους
θαλλοῖσιν ἢ κρόκαισιν, ἢ ποίῳ τρόπῳ;
Χορός
οἰός γε νεαρᾶς νεοπόκῳ μαλλῷ λαβών. 475
Οἰδίπους
εἶεν· τὸ δʼ ἔνθεν ποῖ τελευτῆσαί με χρή;
Χορός
χοὰς χέασθαι στάντα πρὸς πρώτην ἕω.
Οἰδίπους
ἦ τοῖσδε κρωσσοῖς οἷς λέγεις χέω τάδε;
Χορός
τρισσάς γε πηγάς· τὸν τελευταῖον δʼ ὅλον.
Οἰδίπους
τοῦ τόνδε πλήσας θῶ; δίδασκε καὶ τόδε. 480
Χορός
ὕδατος, μελίσσης· μηδὲ προσφέρειν μέθυ.
Οἰδίπους
ὅταν δὲ τούτων γῆ μελάμφυλλος τύχῃ;
Χορός
τρὶς ἐννέʼ αὐτῇ κλῶνας ἐξ ἀμφοῖν χεροῖν
 
τιθεὶς ἐλαίας τάσδʼ ἐπεύχεσθαι λιτάς.
Οἰδίπους
τούτων ἀκοῦσαι βούλομαι· μέγιστα γάρ. 485
Χορός
ὥς σφας καλοῦμεν Εὐμενίδας, ἐξ εὐμενῶν
 
στέρνων δέχεσθαι τὸν ἱκέτην σωτήριον,
 
αἰτοῦ σύ τʼ αὐτὸς κεἴ τις ἄλλος ἀντὶ σοῦ,
 
ἄπυστα φωνῶν μηδὲ μηκύνων βοήν·
 
ἔπειτʼ ἀφέρπειν ἄστροφος. καὶ ταῦτά σοι 490
 
δράσαντι θαρσῶν ἂν παρασταίην ἐγώ·
 
ἄλλως δὲ δειμαίνοιμʼ ἄν, ὦ ξένʼ, ἀμφὶ σοι.
Οἰδίπους
ὦ παῖδε, κλύετον τῶνδε προσχώρων ξένων;
Ἀντιγόνη
ἠκούσαμέν τε χὤ τι δεῖ πρόστασσε δρᾶν.
Οἰδίπους
ἐμοὶ μὲν οὐχ ὁδωτά· λείπομαι γὰρ ἐν 495
 
τῷ μὴ δύνασθαι μήδʼ ὁρᾶν, δυοῖν κακοῖν·
 
σφῷν δʼ ἁτέρα μολοῦσα πραξάτω τάδε.
 
ἀρκεῖν γὰρ οἶμαι κἀντὶ μυρίων μίαν
 
ψυχὴν τάδʼ ἐκτίνουσαν, ἢν εὔνους παρῇ.
 
ἀλλʼ ἐν τάχει τι πράσσετον· μόνον δέ με 500
 
μὴ λείπετʼ· οὐ γὰρ ἂν σθένοι τοὐμὸν δέμας
 
ἔρημον ἕρπειν οὐδʼ ὑφηγητοῦ δίχα.
Ἰσμήνη
ἀλλʼ εἶμʼ ἐγὼ τελοῦσα· τὸν τόπον δʼ ἵνα
 
χρῆσταί μʼ ἐφευρεῖν, τοῦτο βούλομαι μαθεῖν.
Χορός
τοὐκεῖθεν ἄλσους, ὦ ξένη, τοῦδʼ· ἢν δέ του 505
 
σπάνιν τινʼ ἴσχῃς, ἔστʼ ἔποικος ὃς φράσει.
Ἰσμήνη
χωροῖμʼ ἂν ἐς τόδʼ· Ἀντιγόνη, σὺ δʼ ἐνθάδε
 
φύλασσε πατέρα τόνδε· τοῖς τεκοῦσι γὰρ
 
οὐδʼ εἰ πονεῖ τις, δεῖ πόνου μνήμην ἔχειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi