Thesauros Edebiyat Tragedya Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ

Οἰδίπους ἐπὶ Κολωνῷ Sophocles

Epeisodion 5

Πολυνείκης
πατρὸς τελῶνται καί τις ὑμῖν ἐς δόμους
 
νόστος γένηται, μή μʼ ἀτιμάσητέ γε,
 
ἀλλʼ ἐν τάφοισι θέσθε κἀν κτερίσμασιν. 1410
 
καὶ σφῷν ὁ νῦν ἔπαινος, ὃν κομίζετον
 
τοῦδʼ, ἀνδρὸς οἷς πονεῖτον, οὐκ ἐλάσσονα
 
ἔτʼ ἄλλον οἴσει τῆς ἐμῆς ὑπουργίας.
Ἀντιγόνη
Πολύνεικες, ἱκετεύω σε πεισθῆναί τί μοι.
Πολυνείκης
ὦ φιλτάτη, τὸ ποῖον, Ἀντιγόνη; λέγε. 1415
Ἀντιγόνη
στρέψαι στράτευμʼ ἐς Ἄργος ὡς τάχιστά γε,
 
καὶ μὴ σέ τʼ αὐτὸν καὶ πόλιν διεργάσῃ.
Πολυνείκης
ἀλλʼ οὐχ οἷόν τε· πῶς γὰρ αὖθις ἂν πάλιν
 
στράτευμʼ ἄγοιμι ταὐτόν. εἰσάπαξ τρέσας;
Ἀντιγόνη
τί δʼ αὖθις, ὦ παῖ, δεῖ σε θυμοῦσθαι; τί σοι 1420
 
πάτραν κατασκάψαντι κέρδος ἔρχεται;
Πολυνείκης
αἰσχρὸν τὸ φεύγειν καὶ τὸ πρεσβεύοντʼ ἐμὲ
 
οὕτω γελᾶσθαι τοῦ κασιγνήτου πάρα.
Ἀντιγόνη
ὁρᾷς τὰ τοῦδʼ οὖν ὡς ἐς ὀρθὸν ἐκφέρει
 
μαντεύμαθʼ, ὃς σφῷν θάνατον ἐξ ἀμφοῖν θροεῖ; 1425
Πολυνείκης
χρῄζει γάρ· ἡμῖν δʼ οὐχὶ συγχωρητέα.
Ἀντιγόνη
οἴμοι τάλαινα· τίς δὲ τολμήσει κλύων
← Önceki Epeisodion 5 · 9 / 11 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi