Thesauros Edebiyat Tragedya Φιλοκτήτης

Φιλοκτήτης

Φιλοκτήτης Sophocles

Eksodos

Χορός
ἐγὼ μὲν ἤδη καὶ πάλαι νεὼς ὁμοῦ
 
στείχων ἂν ἦ σοι τῆς ἐμῆς, εἰ μὴ πέλας
 
Ὀδυσσέα στείχοντα τόν τʼ Ἀχιλλέως
 
γόνον πρὸς ἡμᾶς δεῦρʼ ἰόντʼ ἐλεύσσομεν. 1220
Ὀδυσσεύς
οὐκ ἂν φράσειας ἥντινʼ αὖ παλίντροπος
 
κέλευθον ἕρπεις ὧδε σὺν σπουδῇ ταχύς;
Νεοπτόλεμος
λύσων ὅσʼ ἐξήμαρτον ἐν τῷ πρὶν χρόνῳ.
Ὀδυσσεύς
δεινόν γε φωνεῖς· ἡ δʼ ἁμαρτία τίς ἦν;
Νεοπτόλεμος
ἣν σοὶ πιθόμενος τῷ τε σύμπαντι στρατῷ 1225
Ὀδυσσεύς
ἔπραξας ἔργον ποῖον ὧν οὔ σοι πρέπον;
Νεοπτόλεμος
ἀπάταισιν αἰσχραῖς ἄνδρα καὶ δόλοις ἑλών.
Ὀδυσσεύς
τὸν ποῖον; ὤμοι· μῶν τι βουλεύει νέον;
Νεοπτόλεμος
νέον μὲν οὐδέν, τῷ δὲ Ποίαντος τόκῳ, 1230
Ὀδυσσεύς
τί χρῆμα δράσεις; ὥς μʼ ὑπῆλθέ τις φόβος.
Νεοπτόλεμος
παρʼ οὗπερ ἔλαβον τάδε τὰ τόξʼ, αὖθις πάλιν
Ὀδυσσεύς
ὦ Ζεῦ, τί λέξεις; οὔ τί που δοῦναι νοεῖς;
Νεοπτόλεμος
αἰσχρῶς γὰρ αὐτὰ κοὐ δίκῃ λαβὼν ἔχω.
Ὀδυσσεύς
πρὸς θεῶν, πότερα δὴ κερτομῶν λέγεις τάδε; 1235
Νεοπτόλεμος
εἰ κερτόμησίς ἐστι τἀληθῆ λέγειν.
Ὀδυσσεύς
τί φής, Ἀχιλλέως παῖ; τίνʼ εἴρηκας λόγον;
Νεοπτόλεμος
δὶς ταὐτὰ βούλει καὶ τρὶς ἀναπολεῖν μʼ ἔπη;
Ὀδυσσεύς
ἀρχὴν κλύειν ἂν οὐδʼ ἅπαξ ἐβουλόμην.
Νεοπτόλεμος
εὖ νῦν ἐπίστω πάντʼ ἀκηκοὼς λόγον. 1240
Ὀδυσσεύς
ἔστιν τις, ἔστιν ὅς σε κωλύσει τὸ δρᾶν.
Νεοπτόλεμος
τί φής; τίς ἔσται μʼ οὑπικωλύσων τάδε;
Ὀδυσσεύς
ξύμπας Ἀχαιῶν λαός, ἐν δὲ τοῖς ἐγώ.
Νεοπτόλεμος
σοφὸς πεφυκὼς οὐδὲν ἐξαυδᾷς σοφόν.
Ὀδυσσεύς
σὺ δʼ οὔτε φωνεῖς οὔτε δρασείεις σοφά. 1245
Νεοπτόλεμος
ἀλλʼ εἰ δίκαια, τῶν σοφῶν κρείσσω τάδε.
Ὀδυσσεύς
καὶ πῶς δίκαιον, ἅ γʼ ἔλαβες βουλαῖς ἐμαῖς, πάλιν μεθεῖναι ταῦτα;
Νεοπτόλεμος
τὴν ἁμαρτίαν
 
αἰσχρὰν ἁμαρτὼν ἀναλαβεῖν πειράσομαι.
Ὀδυσσεύς
στρατὸν δʼ Ἀχαιῶν οὐ φοβεῖ, πράσσων τάδε; 1250
Νεοπτόλεμος
ξὺν τῷ δικαίῳ τὸν σὸν οὐ ταρβῶ φόβον.
Ὀδυσσεύς
ξὺν τῷ δικαίῳ χεὶρ ἐμή σʼ ἀναγκάσει.
Νεοπτόλεμος
ἀλλʼ οὐδέ τοι σῇ χειρὶ πείθομαι τὸ δρᾶν.
Ὀδυσσεύς
οὔ τἄρα Τρωσίν, ἀλλὰ σοὶ μαχούμεθα.
Νεοπτόλεμος
ἴτω τὸ μέλλον.
Ὀδυσσεύς
χεῖρα δεξιὰν ὁρᾷς
 
κώπης ἐπιψαύουσαν; 1255
Νεοπτόλεμος
ἀλλὰ κἀμέ τοι 1255
 
ταὐτὸν τόδʼ ὄψει δρῶντα κοὐ μέλλοντʼ ἔτι.
Ὀδυσσεύς
καίτοι σʼ ἐάσω· τῷ δὲ σύμπαντι στρατῷ
 
λέξω τάδʼ ἐλθών, ὅς σε τιμωρήσεται.
Νεοπτόλεμος
ἐσωφρόνησας· κἂν τὰ λοίφʼ οὕτω φρονῇς,
 
ἴσως ἂν ἐκτὸς κλαυμάτων ἔχοις πόδα. 1260
 
σὺ δʼ, ὦ Ποίαντος παῖ, Φιλοκτήτην λέγω,
 
ἔξελθʼ, ἀμείψας τάσδε πετρήρεις στέγας.
Φιλοκτήτης
τίς αὖ παρʼ ἄντροις θόρυβος ἵσταται βοῆς;
 
τί μʼ ἐκκαλεῖσθε; τοῦ κεχρημένοι, ξένοι;
 
ὤμοι· κακὸν τὸ χρῆμα. μῶν τί μοι νέα 1265
 
πάρεστε πρὸς κακοῖσι πέμποντες κακά;
Νεοπτόλεμος
θάρσει· λόγους δʼ ἄκουσον οὓς ἥκω φέρων.
Φιλοκτήτης
δέδοικʼ ἔγωγε· καὶ τὰ πρὶν γὰρ ἐκ λόγων
 
καλῶν κακῶς ἔπραξα, σοῖς πεισθεὶς λόγοις.
Νεοπτόλεμος
οὔκουν ἔνεστι καὶ μεταγνῶναι πάλιν; 1270
Φιλοκτήτης
τοιοῦτος ἦσθα τοῖς λόγοισι χὤτε μου
 
τὰ τόξʼ ἔκλεπτες, πιστός, ἀτηρὸς λάθρᾳ.
Νεοπτόλεμος
ἀλλʼ οὔ τι μὴν νῦν· βούλομαι δέ σου κλύειν,
 
πότερα δέδοκταί σοι μένοντι καρτερεῖν
 
ἢ πλεῖν μεθʼ ἡμῶν; 1275
Φιλοκτήτης
παῦε, μὴ λέξῃς πέρα· 1275
 
μάτην γὰρ ἃν εἴπῃς γε πάντʼ εἰρήσεται.
Νεοπτόλεμος
οὕτω δέδοκται;
Φιλοκτήτης
καὶ πέρα γʼ ἴσθʼ ἢ λέγω.
Νεοπτόλεμος
ἀλλʼ ἤθελον μὲν ἄν σε πεισθῆναι λόγοις
 
ἐμοῖσιν· εἰ δὲ μή τι πρὸς καιρὸν λέγων
 
κυρῶ, πέπαυμαι. 1280
Φιλοκτήτης
πάντα γὰρ φράσεις μάτην. 1280
 
οὐ γάρ ποτʼ εὔνουν τὴν ἐμὴν κτήσει φρένα,
 
ὅστις γʼ ἐμοῦ δόλοισι τὸν βίον λαβὼν
 
ἀπεστέρηκας, κᾆτα νουθετεῖς ἐμὲ
 
ἐλθών, ἀρίστου πατρὸς αἴσχιστος γεγώς.
 
ὄλοισθʼ, Ἀτρεῖδαι μὲν μάλιστʼ, ἔπειτα δὲ ὁ Λαρτίου παῖς καὶ σύ. 1285
Νεοπτόλεμος
μὴ ʼπεύξῃ πέρα·
 
δέχου δὲ χειρὸς ἐξ ἐμῆς βέλη τάδε.
Φιλοκτήτης
πῶς εἶπας; ἆρα δεύτερον δολούμεθα;
Νεοπτόλεμος
ἀπώμοσʼ ἁγνὸν Ζηνὸς ὑψίστου σέβας.
Φιλοκτήτης
ὦ φίλτατʼ εἰπών, εἰ λέγεις ἐτήτυμα. 1290
Νεοπτόλεμος
τοὔργον παρέσται φανερόν· ἀλλὰ δεξιὰν
 
πρότεινε χεῖρα, καὶ κράτει τῶν σῶν ὅπλων.
Ὀδυσσεύς
ἐγὼ δʼ ἀπαυδῶ γʼ, ᾧ θεοὶ ξυνίστορες,
 
ὑπέρ τʼ Ἀτρειδῶν τοῦ τε σύμπαντος στρατοῦ.
Φιλοκτήτης
τέκνον, τίνος φώνημα, μῶν Ὀδυσσέως, 1295
 
ἐπῃσθόμην;
Ὀδυσσεύς
σάφʼ ἴσθι· καὶ πέλας γʼ ὁρᾷς,
 
ὅς σʼ ἐς τὰ Τροίας πεδίʼ ἀποστελῶ βίᾳ,
 
ἐάν τʼ Ἀχιλλέως παῖς ἐάν τε μὴ θέλῃ·
Φιλοκτήτης
ἀλλʼ οὔ τι χαίρων, ἢν τόδʼ ὀρθωθῇ βέλος.
Νεοπτόλεμος
ἆ, μηδαμῶς, μή, πρὸς θεῶν, μεθῇς βέλος. 1300
Φιλοκτήτης
μέθες με, πρὸς θεῶν, χεῖρα, φίλτατον τέκνον.
Νεοπτόλεμος
οὐκ ἂν μεθείην.
Φιλοκτήτης
φεῦ· τί μʼ ἄνδρα πολέμιον
 
ἐχθρόν τʼ ἀφείλου μὴ κτανεῖν τόξοις ἐμοῖς;
Νεοπτόλεμος
ἀλλʼ οὔτʼ ἐμοὶ τοῦτʼ ἐστὶν οὔτε σοὶ καλόν.
Φιλοκτήτης
ἀλλʼ οὖν τοσοῦτόν γʼ ἴσθι, τοὺς πρώτους στρατοῦ, 1305
 
τοὺς τῶν Ἀχαιῶν ψευδοκήρυκας, κακοὺς
 
ὄντας πρὸς αἰχμήν, ἐν δὲ τοῖς λόγοις θρασεῖς.
Νεοπτόλεμος
εἶεν· τὰ μὲν δὴ τόξʼ ἔχεις, κοὐκ ἔσθʼ ὅτου
 
ὀργὴν ἔχοις ἂν οὐδὲ μέμψιν εἰς ἐμέ.
Φιλοκτήτης
ξύμφημι· τὴν φύσιν δʼ ἔδειξας, ὦ τέκνον, 1310
 
ἐξ ἧς ἔβλαστες, οὐχὶ Σισύφου πατρός,
 
ἀλλʼ ἐξ Ἀχιλλέως, ὃς μετὰ ζώντων ὅτʼ ἦν
 
ἤκουʼ ἄριστα, νῦν δὲ τῶν τεθνηκότων.
Νεοπτόλεμος
ἥσθην πατέρα τὸν ἀμὸν εὐλογοῦντά σε
 
αὐτόν τʼ ἔμʼ· ὧν δέ σου τυχεῖν ἐφίεμαι, 1315
 
ἄκουσον. ἀνθρώποισι τὰς μὲν ἐκ θεῶν
 
τύχας δοθείσας ἔστʼ ἀναγκαῖον φέρειν·
 
ὅσοι δʼ ἑκουσίοισιν ἔγκεινται βλάβαις,
 
ὥσπερ σύ, τούτοις οὔτε συγγνώμην ἔχειν
 
δίκαιόν ἐστιν οὔτʼ ἐποικτίρειν τινά. 1320
 
σὺ δʼ ἠγρίωσαι, κοὔτε σύμβουλον δέχει,
 
ἐάν τε νουθετῇ τις εὐνοίᾳ λέγων,
 
στυγεῖς, πολέμιον δυσμενῆ θʼ ἡγούμενος.
 
ὅμως δὲ λέξω· Ζῆνα δʼ ὅρκιον καλῶ·
 
καὶ ταῦτʼ ἐπίστω καὶ γράφου φρενῶν ἔσω. 1325
 
σὺ γὰρ νοσεῖς τόδʼ ἄλγος ἐκ θείας τύχης,
 
Χρύσης πελασθεὶς φύλακος, ὃς τὸν ἀκαλυφῆ
 
σηκὸν φυλάσσει κρύφιος οἰκουρῶν ὄφις·
 
καὶ παῦλαν ἴσθι τῆσδε μή ποτʼ ἂν τυχεῖν
 
νόσου βαρείας, ἕως ἂν αὑτὸς ἥλιος 1330
 
ταύτῃ μὲν αἴρῃ, τῇδε δʼ αὖ δύνῃ πάλιν,
 
πρὶν ἂν τὰ Τροίας πεδίʼ ἑκὼν αὐτὸς μόλῃς,
 
καὶ τοῖν παρʼ ἡμῖν ἐντυχὼν Ἀσκληπίδαιν
 
νόσου μαλαχθῇς τῆσδε, καὶ τὰ πέργαμα
 
ξὺν τοῖσδε τόξοις ξύν τʼ ἐμοὶ πέρσας φανῇς. 1335
 
ὡς δʼ οἶδα ταῦτα τῇδʼ ἔχοντʼ ἐγὼ φράσω.
 
ἀνὴρ γὰρ ἡμῖν ἐστιν ἐκ Τροίας ἁλούς,
 
Ἕλενος ἀριστόμαντις, ὃς λέγει σαφῶς
 
ὡς δεῖ γενέσθαι ταῦτα· καὶ πρὸς τοῖσδʼ ἔτι
 
ὡς ἔστʼ ἀνάγκη τοῦ παρεστῶτος θέρους 1340
 
Τροίαν ἁλῶναι πᾶσαν· ἢ δίδωσʼ ἑκὼν
 
κτείνειν ἑαυτόν, ἢν τάδε ψευσθῇ λέγων.
 
ταῦτʼ οὖν ἐπεὶ κάτοισθα, συγχώρει θέλων.
 
καλὴ γὰρ ἡ ʼπίκτησις, Ἑλλήνων ἕνα
 
κριθέντʼ ἄριστον τοῦτο μὲν παιωνίας 1345
 
ἐς χεῖρας ἐλθεῖν, εἶτα τὴν πολύστονον
 
Τροίαν ἑλόντα κλέος ὑπέρτατον λαβεῖν.
Φιλοκτήτης
ὦ στυγνὸς αἰών, τί με, τί δῆτʼ ἔχεις ἄνω
 
βλέποντα κοὐκ ἀφῆκας εἰς Ἅιδου μολεῖν;
 
οἴμοι, τί δράσω; πῶς ἀπιστήσω λόγοις 1350
 
τοῖς τοῦδʼ, ὃς εὔνους ὢν ἐμοὶ παρῄνεσεν;
 
ἀλλʼ εἰκάθω δῆτʼ; εἶτα πῶς ὁ δύσμορος
 
εἰς φῶς τάδʼ ἔρξας εἶμι; τῷ προσήγορος;
 
πῶς, ὦ τὰ πάντʼ ἰδόντες ἀμφʼ ἐμοὶ κύκλοι,
 
ταῦτʼ ἐξανασχήσεσθε, τοῖσιν Ἀτρέως 1355
 
ἐμὲ ξυνόντα παισίν, οἵ μʼ ἀπώλεσαν;
 
πῶς τῷ πανώλει παιδὶ τῷ Λαερτίου;
 
οὐ γάρ με τἄλγος τῶν παρελθόντων δάκνει,
 
ἀλλʼ οἷα χρὴ παθεῖν με πρὸς τούτων ἔτι
 
δοκῶ προλεύσσειν· οἷς γὰρ ἡ γνώμη κακῶν 1360
 
μήτηρ γένηται, τἄλλα παιδεύει κακούς.
 
καὶ σοῦ δʼ ἔγωγε θαυμάσας ἔχω τόδε.
 
χρῆν γάρ σε μήτʼ αὐτόν ποτʼ ἐς Τροίαν μολεῖν
 
ἡμᾶς τʼ ἀπείργειν, οἵ γέ σου καθύβρισαν,
 
πατρὸς γέρας συλῶντες, εἶτα τοῖσδε σὺ 1365
 
εἶ ξυμμαχήσων, κἄμʼ ἀναγκάζεις τόδε;
 
μὴ δῆτα, τέκνον· ἀλλʼ ἅ μοι ξυνώμοσας,
 
πέμψον πρὸς οἴκους· καὐτὸς ἐν Σκύρῳ μένων
 
ἔα κακῶς αὐτοὺς ἀπόλλυσθαι κακούς.
 
χοὔτω διπλῆν μὲν ἐξ ἐμοῦ κτήσει χάριν, 1370
 
διπλῆν δὲ πατρός, κοὐ κακοὺς ἐπωφελῶν
 
δόξεις ὁμοῖος τοῖς κακοῖς πεφυκέναι.
Νεοπτόλεμος
λέγεις μὲν εἰκότʼ, ἀλλʼ ὅμως σε βούλομαι
 
θεοῖς τε πιστεύσαντα τοῖς τʼ ἐμοῖς λόγοις
 
φίλου μετʼ ἀνδρὸς τοῦδε τῆσδʼ ἐκπλεῖν χθονός. 1375
Φιλοκτήτης
ἦ πρὸς τὰ Τροίας πεδία καὶ τὸν Ἀτρέως
 
ἔχθιστον υἱὸν τῷδε δυστήνῳ ποδί;
Νεοπτόλεμος
πρὸς τοὺς μὲν οὖν σε τήνδε τʼ ἔμπυον βάσιν
 
παύσοντας ἄλγους κἀποσώσοντας νόσου.
Φιλοκτήτης
ὦ δεινὸν αἶνον αἰνέσας, τί φής ποτε; 1380
Νεοπτόλεμος
ἃ σοί τε κἀμοὶ λῷσθʼ ὁρῶ τελούμενα.
Φιλοκτήτης
καὶ ταῦτα λέξας οὐ καταισχύνει θεούς;
Νεοπτόλεμος
πῶς γάρ τις αἰσχύνοιτʼ ἂν ὠφελῶν φίλους·
Φιλοκτήτης
λέγεις δʼ Ἀτρείδαις ὄφελος ἢ ʼπʼ ἐμοὶ τόδε;
Νεοπτόλεμος
σοί που, φίλος γʼ ὤν, χὠ λόγος τοιόσδε μου. 1385
Φιλοκτήτης
πῶς, ὅς γε τοῖς ἐχθροῖσί μʼ ἐκδοῦναι θέλεις;
Νεοπτόλεμος
ὦ τᾶν, διδάσκου μὴ θρασύνεσθαι κακοῖς.
Φιλοκτήτης
ὀλεῖς με, γιγνώσκω σε, τοῖσδε τοῖς λόγοις.
Νεοπτόλεμος
οὔκουν ἔγωγε· φημὶ δʼ οὔ σε μανθάνειν.
Φιλοκτήτης
ἐγὼ οὐκ Ἀτρείδας ἐκβαλόντας οἶδά με; 1390
Νεοπτόλεμος
ἀλλʼ ἐκβαλόντες εἰ πάλιν σώσουσʼ ὅρα.
Φιλοκτήτης
οὐδέποθʼ ἑκόντα γʼ ὥστε τὴν Τροίαν ἰδεῖν.
Νεοπτόλεμος
τί δῆτʼ ἂν ἡμεῖς δρῷμεν, εἰ σέ γʼ ἐν λόγοις
 
πείσειν δυνησόμεσθα μηδὲν ὧν λέγω;
 
ὡς ῥᾷστʼ ἐμοὶ μὲν τῶν λόγων λῆξαι, σὲ δὲ 1395
 
ζῆν, ὥσπερ ἤδη ζῇς, ἄνευ σωτηρίας.
Φιλοκτήτης
ἔα με πάσχειν ταῦθʼ ἅπερ παθεῖν με δεῖ·
 
ἃ δʼ ᾔνεσάς μοι δεξιᾶς ἐμῆς θιγών,
 
πέμπειν πρὸς οἴκους, ταῦτά μοι πρᾶξον, τέκνον,
 
καὶ μὴ βράδυνε μηδʼ ἐπιμνησθῇς ἔτι 1400
 
Τροίας· ἅλις γάρ μοι τεθρήνηται γόοις.
[Episode]
εἰ δοκεῖ, στείχωμεν.
Φιλοκτήτης
ὦ γενναῖον εἰρηκὼς ἔπος.
Νεοπτόλεμος
ἀντέρειδε νῦν βάσιν σήν.
Φιλοκτήτης
εἰς ὅσον γʼ ἐγὼ σθένω.
Νεοπτόλεμος
αἰτίαν δὲ πῶς Ἀχαιῶν φεύξομαι;
Φιλοκτήτης
μὴ φροντίσῃς.
Νεοπτόλεμος
τί γάρ, ἐὰν πορθῶσι χώραν τὴν ἐμήν; 1405
Φιλοκτήτης
ἐγὼ παρὼν 1405
Νεοπτόλεμος
τίνα προσωφέλησιν ἔρξεις;
Φιλοκτήτης
βέλεσι τοῖς Ἡρακλέους
Νεοπτόλεμος
πῶς λέγεις;
Φιλοκτήτης
εἴρξω πελάζειν.
Νεοπτόλεμος
στεῖχε προσκύσας χθόνα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi