Thesauros Edebiyat Tragedya Φιλοκτήτης

Φιλοκτήτης

Φιλοκτήτης Sophocles

Stasimon 5

[Choral 1]
ὦ κοίλας πέτρας γύαλον
Φιλοκτήτης
θερμὸν καὶ παγετῶδες, ὥς σʼ οὐκ ἔμελλον ἄρʼ, ὦ τάλας,
 
λείψειν οὐδέποτʼ, ἀλλά μοι καὶ θνῄσκοντι συνείσει.
 
ὤμοι μοί μοι.
 
ὦ πληρέστατον αὔλιον
 
λύπας τᾶς ἀπʼ ἐμοῦ τάλαν,
 
τίπτʼ αὖ μοι τὸ κατʼ ἆμαρ
 
ἔσται; τοῦ ποτε τεύξομαι 1090
 
σιτονόμου μέλεος πόθεν ἐλπίδος;
 
πέλειαι δʼ ἄνω
 
πτωκάδες ὀξυτόνου διὰ πνεύματος
 
ἐλῶσιν· οὐκέτʼ ἴσχω.
Χορός
σύ τοι σύ τοι κατηξίωσας, 1095
 
ὦ βαρύποτμε, κοὐκ
 
ἄλλοθεν ἔχει τύχᾳ τᾷδʼ ἀπὸ μείζονος,
 
εὖτέ γε παρὸν φρονῆσαι
 
τοῦ λῴονος δαίμονος εἵλου τὸ κάκιον αἰνεῖν. 1100
Φιλοκτήτης
ὦ τλάμων τλάμων ἄρʼ ἐγὼ
 
καὶ μόχθῳ λωβατός, ὃς ἤδη μετʼ οὐδενὸς ὕστερον
 
ἀνδρῶν εἰσοπίσω τάλας ναίων ἐνθάδʼ ὀλοῦμαι,
 
αἰαῖ αἰαῖ,
 
οὐ φορβὰν ἔτι προσφέρων,
 
οὐ πτανῶν ἀπʼ ἐμῶν ὅπλων
 
κραταιαῖς μετὰ χερσὶν 1110
 
ἴσχων· ἀλλά μοι ἄσκοπα
 
κρυπτά τʼ ἔπη δολερᾶς ὑπέδυ φρενός·
 
ἰδοίμαν δέ νιν,
 
τὸν τάδε μησάμενον, τὸν ἴσον χρόνον
 
ἐμὰς λαχόντʼ ἀνίας. 1115
Χορός
πότμος, πότμος σε δαιμόνων τάδʼ,
 
οὐδὲ σέ γε δόλος,
 
ἔσχεν ὑπὸ χειρὸς ἀμᾶς. στυγερὰν ἔχε
 
δύσποτμον ἀρὰν ἐπʼ ἄλλοις. 1120
 
καὶ γὰρ ἐμοὶ τοῦτο μέλει, μὴ φιλότητʼ ἀπώσῃ.
[Choral 2]
οἴμοι μοι, καί που πολιᾶς
Φιλοκτήτης
πόντου θινὸς ἐφήμενος
 
ἐγγελᾷ, χερὶ πάλλων 1125
 
τὰν ἐμὰν μελέου τροφάν,
 
τὰν οὐδείς ποτʼ ἐβάστασεν.
 
ὦ τόξον φίλον, ὦ φίλων
 
χειρῶν ἐκβεβιασμένον,
 
ἦ που ἐλεινὸν ὁρᾷς, φρένας εἴ τινας 1130
 
ἔχεις, τὸν Ἡράκλειον
 
ἄρθμιον ὧδέ σοι
 
οὐκέτι χρησόμενον τὸ μεθύστερον,
 
ἄλλου δʼ ἐν μεταλλαγᾷ
 
πολυμηχάνου ἀνδρὸς ἐρέσσει, 1135
 
ὁρῶν μὲν αἰσχρὰς ἀπάτας, στυγνὸν δὲ φῶτʼ ἐχθοδοπόν,
 
μυρίʼ, ἀπʼ αἰσχρῶν ἀνατέλλονθʼ, ὃς ἐφʼ ἡμῖν κάκʼ ἐμήσατʼ, ὦ Ζεῦ.
Χορός
ἀνδρός τοι τὰ μὲν ἔνδικʼ αἰὲν εἰπεῖν, 1140
 
εἰπόντος δὲ μὴ φθονερὰν
 
ἐξῶσαι γλώσσας ὀδύναν.
 
κεῖνος δʼ εἷς ἀπὸ πολλῶν
 
ταχθεὶς τῶνδʼ ἐφημοσύνᾳ
 
κοινὰν ἤνυσεν ἐς φίλους ἀρωγάν. 1145
Φιλοκτήτης
ὦ πταναὶ θῆραι χαροπῶν τʼ
 
ἔθνη θηρῶν, οὓς ὅδʼ ἔχει
 
χῶρος οὐρεσιβώτας,
 
μηκέτʼ ἀπʼ αὐλίων φυγᾷ
 
πηδᾶτʼ· οὐ γὰρ ἔχω χεροῖν 1150
 
τὰν πρόσθεν βελέων ἀλκάν,
 
ὦ δύστανος ἐγὼ τανῦν,
 
ἀλλʼ ἀνέδην, ὁ δὲ χῶρος ἄρʼ οὐκέτι
 
φοβητὸς οὐκέθʼ ὑμῖν,
 
ἕρπετε· νῦν καλὸν 1155
 
ἀντίφονον κορέσαι στόμα πρὸς χάριν
 
ἐμᾶς σαρκὸς αἰόλας·
 
ἀπὸ γὰρ βίον αὐτίκα λείψω.
 
πόθεν γὰρ ἔσται βιοτά; τίς ὧδʼ ἐν αὔραις τρέφεται, 1160
 
μηκέτι μηδενὸς κρατύνων ὅσα πέμπει βιόδωρος αἶα;
Χορός
πρὸς θεῶν, εἴ τι σέβει ξένον, πέλασσον,
 
εὐνοίᾳ πάσᾳ πελάταν·
 
ἀλλὰ γνῶθʼ, εὖ γνῶθʼ ἐπὶ σοὶ 1165
 
κῆρα τάνδʼ ἀποφεύγειν.
 
οἰκτρὰ γὰρ βόσκειν, ἀδαὴς δʼ
 
ἔχειν μυρίον ἄχθος, ὃ ξυνοικεῖ.
[Choral]
πάλιν πάλιν παλαιὸν ἄλγημʼ ὑπέμνασας, ὦ 1170
Φιλοκτήτης
λῷστε τῶν πρὶν ἐντόπων.
 
τί μʼ ὤλεσας; τί μʼ εἴργασαι;
Χορός
τί τοῦτʼ ἔλεξας;
Φιλοκτήτης
εἰ σὺ τὰν ἐμοὶ στυγερὰν
 
Τρῳάδα γᾶν μʼ ἤλπισας ἄξειν. 1175
Χορός
τόδε γὰρ νοῶ κράτιστον.
Φιλοκτήτης
ἀπό νύν με λείπετʼ ἤδη.
Χορός
φίλα μοι, φίλα ταῦτα παρήγγειλας ἑκόντι τε πράσσειν.
 
ἴωμεν ἴωμεν
 
ναὸς ἵνʼ ἡμῖν τέτακται. 1180
Φιλοκτήτης
μή, πρὸς ἀραίου Διός, ἔλθῃς, ἱκετεύω.
Χορός
μετρίαζʼ.
Φιλοκτήτης
ὦ ξένοι, μείνατε, πρὸς θεῶν.
Χορός
τί θροεῖς;
Φιλοκτήτης
αἰαῖ αἰαῖ, δαίμων δαίμων· 1185
 
ἀπόλωλʼ ὁ τάλας·
 
ὦ ποὺς πούς, τί σʼ ἔτʼ ἐν βίῳ
 
τεύξω τῷ μετόπιν τάλας;
 
ὦ ξένοι, ἔλθετʼ ἐπήλυδες αὖθις. 1190
Χορός
τί ῥέξοντες ἀλλοκότῳ
 
γνώμᾳ τῶν πάρος, ὧν προύφαινες;
Φιλοκτήτης
οὔτοι νεμεσητόν,
 
ἀλύοντα χειμερίῳ
 
λύπᾳ καὶ παρὰ νοῦν θροεῖν. 1195
Χορός
βᾶθί νυν, ὦ τάλαν, ὥς σε κελεύομεν.
Φιλοκτήτης
οὐδέποτʼ οὐδέποτʼ, ἴσθι τόδʼ ἔμπεδον,
 
οὐδʼ εἰ πυρφόρος ἀστεροπητὴς
 
βροντᾶς αὐγαῖς μʼ εἶσι φλογίζων.
 
ἐρρέτω Ἴλιον οἵ θʼ ὑπʼ ἐκείνῳ 1200
 
πάντες ὅσοι τόδʼ ἔτλασαν ἐμοῦ ποδὸς ἄρθρον ἀπῶσαι.
 
ἀλλʼ, ὦ ξένοι, ἕν γέ μοι εὖχος ὀρέξατε.
Χορός
ποῖον ἐρεῖς τόδʼ ἔπος;
Φιλοκτήτης
ξίφος, εἴ ποθεν,
 
ἢ γένυν ἢ βελέων τι προπέμψατε.
Χορός
ὡς τίνα δὴ ῥέξῃς παλάμαν ποτέ; 1205
Φιλοκτήτης
χρῶτʼ ἀπὸ πάντα καὶ ἄρθρα τέμω χερί·
 
φονᾷ φονᾷ νόος ἤδη.
Χορός
τί ποτε;
Φιλοκτήτης
πατέρα ματεύων.
Χορός
ποῖ γᾶς; 1210
Φιλοκτήτης
ἐς Ἅιδου· 1210
 
οὐ γάρ ἐστʼ ἐν φάει γʼ ἔτι.
 
ὦ πόλις, ὦ πατρία,
 
πῶς ἂν εἰσίδοιμʼ ἄθλιός σʼ ἀνήρ,
 
ὅς γε σὰν λιπὼν ἱερὰν
 
λιβάδʼ ἐχθροῖς ἔβαν Δαναοῖς 1215
 
ἀρωγός· ἔτʼ οὐδέν εἰμι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi