Thesauros Edebiyat Tragedya Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Sophocles

Epeisodion 4

Ἠλέκτρα
ὅς σʼ ὧδέ μοι προύπεμψεν ἀντὶ φιλτάτης
 
μορφῆς σποδόν τε καὶ σκιὰν ἀνωφελῆ.
 
οἴμοι μοι. 1160
 
ὦ δέμας οἰκτρόν. φεῦ φεῦ.
 
ὦ δεινοτάτας, οἴμοι μοι,
 
πεμφθεὶς κελεύθους, φίλταθʼ, ὥς μʼ ἀπώλεσας·
 
ἀπώλεσας δῆτʼ, ὦ κασίγνητον κάρα.
 
τοιγὰρ σὺ δέξαι μʼ ἐς τὸ σὸν τόδε στέγος, 1165
 
τὴν μηδὲν εἰς τὸ μηδέν, ὡς σὺν σοὶ κάτω
 
ναίω τὸ λοιπόν· καὶ γὰρ ἡνίκʼ ἦσθʼ ἄνω,
 
ξὺν σοὶ μετεῖχον τῶν ἴσων, καὶ νῦν ποθῶ
 
τοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου.
 
τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους. 1170
Χορός
θνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει,
 
θνητὸς δʼ Ὀρέστης. ὥστε μὴ λίαν στένε.
 
πᾶσιν γὰρ ἡμῖν τοῦτʼ ὀφείλεται παθεῖν.
Ὀρέστης
φεῦ φεῦ. τί λέξω; ποῖ λόγων ἀμηχανῶν
 
ἔλθω; κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω. 1175
Ἠλέκτρα
τί δʼ ἔσχες ἄλγος; πρὸς τί τοῦτʼ εἰπὼν κυρεῖς;
Ὀρέστης
ἦ σὸν τὸ κλεινὸν εἶδος Ἠλέκτρας τόδε;
← Önceki Epeisodion 4 · 4 / 8 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi