Thesauros Edebiyat Tragedya Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Sophocles

Epeisodion 3

Ἠλέκτρα
καλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων
 
τεύξει· φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν.
 
λόγων γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην
 
σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσʼ ἐμοί;
 
τίς γάρ ποτʼ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν 975
 
τοιοῖσδʼ ἐπαίνοις οὐχὶ δεξιώσεται·
 
ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι,
 
ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην,
 
ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲ
 
ψυχῆς ἀφειδήσαντε προὐστήτην φόνου· 980
 
τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν,
 
τώδʼ ἔν θʼ ἑορταῖς ἔν τε πανδήμῳ πόλει
 
τιμᾶν ἅπαντας οὕνεκʼ ἀνδρείας χρεών.
 
τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν,
 
ζώσαιν θανούσαιν θʼ ὥστε μὴ ʼκλιπεῖν κλέος. 985
 
ἀλλʼ, ὦ φίλη, πείσθητι, συμπόνει πατρί,
 
σύγκαμνʼ ἀδελφῷ, παῦσον ἐκ κακῶν ἐμέ,
 
παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκουσʼ ὅτι
 
ζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν.
Χορός
ἐν τοῖς τοιούτοις ἐστὶν ἡ προμηθία 990
← Önceki Epeisodion 3 · 6 / 10 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi