Thesauros Edebiyat Tragedya Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Sophocles

Epeisodion 3

Ἠλέκτρα
σὺ δʼ οὖν λέγʼ, εἴ σοι τῷ λόγῳ τις ἡδονή.
Χρυσόθεμις
καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην.
 
ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον,
 
ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτους
 
πηγὰς γάλακτος καὶ περιστεφῆ κύκλῳ 895
 
πάντων ὅσʼ ἐστὶν ἀνθέων θήκην πατρός.
 
ἰδοῦσα δʼ ἔσχον θαῦμα, καὶ περισκοπῶ
 
μή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν.
 
ὡς δʼ ἐν γαλήνῃ πάντʼ ἐδερκόμην τόπον,
 
τύμβου προσεῖρπον ἆσσον· ἐσχάτης δʼ ὁρῶ 900
 
πυρᾶς νεώρη βόστρυχον τετμημένον·
 
κεὐθὺς τάλαινʼ ὡς εἶδον, ἐμπαίει τί μοι
 
ψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶν
 
πάντων Ὀρέστου τοῦθʼ ὁρᾶν τεκμήριον·
 
καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ, 905
 
χαρᾷ δὲ πίμπλημʼ εὐθὺς ὄμμα δακρύων.
 
καὶ νῦν θʼ ὁμοίως καὶ τότʼ ἐξεπίσταμαι
 
μή του τόδʼ ἀγλάϊσμα πλὴν κείνου μολεῖν·
 
τῷ γὰρ προσήκει πλήν γʼ ἐμοῦ καὶ σοῦ τόδε;
 
κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτʼ ἐπίσταμαι, 910
← Önceki Epeisodion 3 · 2 / 10 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi