Thesauros Edebiyat Tragedya Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Sophocles

Epeisodion 3

Χρυσόθεμις
ὑφʼ ἡδονῆς τοι, φιλτάτη, διώκομαι
 
τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν·
 
φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧν
 
πάροιθεν εἶχες καὶ κατέστενες κακῶν
Ἠλέκτρα
πόθεν δʼ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων 875
 
ἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστʼ ἰδεῖν;
Χρυσόθεμις
πάρεστʼ Ὀρέστης ἡμίν, ἴσθι τοῦτʼ ἐμοῦ
 
κλύουσʼ, ἐναργῶς, ὥσπερ εἰσορᾷς ἐμέ.
Ἠλέκτρα
ἀλλʼ ἦ μέμηνας, ὦ τάλαινα, κἀπὶ τοῖς
 
σαυτῆς κακοῖσι κἀπὶ τοῖς ἐμοῖς γελᾷς; 880
Χρυσόθεμις
μὰ τὴν πατρῴαν ἑστίαν, ἀλλʼ οὐχ ὕβρει
 
λέγω τάδʼ, ἀλλʼ ἐκεῖνον ὡς παρόντα νῷν.
Ἠλέκτρα
οἴμοι τάλαινα· καὶ τίνος βροτῶν λόγον
 
τόνδʼ εἰσακούσασʼ ὧδε πιστεύεις ἄγαν;
Χρυσόθεμις
ἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆ 885
 
σημεῖʼ ἰδοῦσα, τῷδε πιστεύω λόγῳ.
Ἠλέκτρα
τίνʼ, ὦ τάλαινʼ, ἔχουσα πίστιν; ἐς τί μοι
 
βλέψασα θάλπει τῷδʼ ἀνηκέστῳ πυρί;
Χρυσόθεμις
πρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μου
 
τὸ λοιπὸν ἢ φρονοῦσαν ἢ μωρὰν λέγῃς. 890
← Önceki bölüm Epeisodion 3 · 1 / 10 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi