Thesauros Edebiyat Tragedya Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Sophocles

Stasimon 1

[Choral 1]
εἰ μὴ ʼγὼ παράφρων μάντις ἔφυν καὶ γνώμας
Χορός
λειπομένα σοφᾶς,
 
εἶσιν ἁ πρόμαντις
 
Δίκα δίκαια φερομένα χεροῖν κράτη· 475
 
μέτεισιν, ὦ τέκνον, οὐ μακροῦ χρόνου.
 
ὕπεστί μοι θάρσος,
 
ἁδυπνόων κλύουσαν 480
 
ἀρτίως ὀνειράτων.
 
οὐ γάρ ποτʼ ἀμναστεῖ γʼ ὁ φύσας σʼ Ἑλλάνων ἄναξ,
 
οὐδʼ ἁ παλαιὰ χαλκόπλακτος ἀμφάκης γένυς, 485
 
ἅ νιν κατέπεφνεν αἰσχίσταις ἐν αἰκίαις.
 
ἥξει καὶ πολύπους καὶ πολύχειρ ἁ δεινοῖς
 
κρυπτομένα λόχοις 490
 
χαλκόπους Ἐρινύς.
 
ἄλεκτρʼ ἄνυμφα γὰρ ἐπέβα μιαιφόνων
 
γάμων ἁμιλλήμαθʼ οἷσιν οὐ θέμις.
 
πρὸ τῶνδέ τοί μʼ ἔχει 495
 
μή ποτε μή ποθʼ ἡμῖν
 
ἀψεγὲς πελᾶν τέρας
 
τοῖς δρῶσι καὶ συνδρῶσιν. ἤ τοι μαντεῖαι βροτῶν 500
← Önceki bölüm Stasimon 1 · 1 / 2 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi