Thesauros Edebiyat Tragedya Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Sophocles

Epeisodion 1

Χορός
ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδουσʼ ἅμα
 
καὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶς
 
λέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθʼ ἅμα.
Ἠλέκτρα
αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ
 
πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν. 255
 
ἀλλʼ ἡ βία γὰρ ταῦτʼ ἀναγκάζει με δρᾶν,
 
σύγγνωτε· πῶς γὰρ ἥτις εὐγενὴς γυνή,
 
πατρῷʼ ὁρῶσα πήματʼ, οὐ δρῴη τάδʼ ἄν;
 
ἁγὼ κατʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ἀεὶ
 
θάλλοντα μᾶλλον ἢ καταφθίνονθʼ ὁρῶ· 260
 
ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μʼ ἐγείνατο,
 
ἔχθιστα συμβέβηκεν· εἶτα δώμασιν
 
ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς
 
ξύνειμι, κἀκ τῶνδʼ ἄρχομαι κἀκ τῶνδέ μοι
 
λαβεῖν θʼ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει. 265
 
ἔπειτα ποίας ἡμέρας δοκεῖς μʼ ἄγειν,
 
ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντʼ ἴδω
 
τοῖσιν πατρῴοις, εἰσίδω δʼ ἐσθήματα
 
φοροῦντʼ ἐκείνῳ ταὐτὰ καὶ παρεστίους
 
σπένδοντα λοιβὰς ἔνθʼ ἐκεῖνον ὤλεσεν, 270
 
ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν,
 
τὸν αὐτοέντην ἡμὶν ἐν κοίτῃ πατρὸς
 
ξὺν τῇ ταλαίνῃ μητρί, μητέρʼ εἰ χρεὼν
 
ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην·
 
ἡ δʼ ὧδε τλήμων ὥστε τῷ μιάστορι 275
 
ξύνεστʼ, ἐρινὺν οὔτινʼ ἐκφοβουμένη·
 
ἀλλʼ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις,
 
εὑροῦσʼ ἐκείνην ἡμέραν, ἐν ᾗ τότε
 
πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν,
 
ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ 280
 
θεοῖσιν ἔμμηνʼ ἱερὰ τοῖς σωτηρίοις.
 
ἐγὼ δʼ ὁρῶσʼ ἡ δύσμορος κατὰ στέγας
 
κλαίω, τέτηκα, κἀπικωκύω πατρὸς
 
τὴν δυστάλαιναν δαῖτʼ ἐπωνομασμένην
 
αὐτὴ πρὸς αὑτήν. οὐδὲ γὰρ κλαῦσαι πάρα 285
 
τοσόνδʼ ὅσον μοι θυμὸς ἡδονὴν φέρει.
 
αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴ
 
φωνοῦσα τοιάδʼ ἐξονειδίζει κακά·
 
ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ
 
τέθνηκεν; ἄλλος δʼ οὔτις ἐν πένθει βροτῶν; 290
 
κακῶς ὄλοιο, μηδέ σʼ ἐκ γόων ποτὲ
 
τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί.
 
τάδʼ ἐξυβρίζει· πλὴν ὅταν κλύῃ τινὸς
 
ἥξοντʼ Ὀρέστην· τηνικαῦτα δʼ ἐμμανὴς
 
βοᾷ παραστᾶσʼ· οὐ σύ μοι τῶνδʼ αἰτία; 295
 
οὐ σὸν τόδʼ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν
 
κλέψασʼ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου;
 
ἀλλʼ ἴσθι τοι τίσουσά γʼ ἀξίαν δίκην.
 
τοιαῦθʼ ὑλακτεῖ, σὺν δʼ ἐποτρύνει πέλας
 
ὁ κλεινὸς αὐτῇ ταὐτὰ νυμφίος παρών, 300
 
ὁ πάντʼ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη,
 
ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος.
 
ἐγὼ δʼ Ὀρέστην τῶνδε προσμένουσʼ ἀεὶ
 
παυστῆρʼ ἐφήξειν ἡ τάλαινʼ ἀπόλλυμαι.
 
μέλλων γὰρ ἀεὶ δρᾶν τι τὰς οὔσας τέ μου 305
 
καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν.
 
ἐν οὖν τοιούτοις οὔτε σωφρονεῖν, φίλαι,
 
οὔτʼ εὐσεβεῖν πάρεστιν· ἀλλʼ ἔν τοι κακοῖς
 
πολλή ʼστʼ ἀνάγκη κἀπιτηδεύειν κακά.
Χορός
φέρʼ εἰπέ, πότερον ὄντος Αἰγίσθου πέλας 310
 
λέγεις τάδʼ ἡμῖν ἢ βεβῶτος ἐκ δόμων;
Ἠλέκτρα
ἦ κάρτα· μὴ δόκει μʼ ἄν, εἴπερ ἦν πέλας,
 
θυραῖον οἰχνεῖν· νῦν δʼ ἀγροῖσι τυγχάνει.
Χορός
ἦ κἂν ἐγὼ θαρσοῦσα μᾶλλον ἐς λόγους
 
τοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτʼ ἔχει; 315
Ἠλέκτρα
ὡς νῦν ἀπόντος ἱστόρει· τί σοι φίλον;
Χορός
καὶ δή σʼ ἐρωτῶ· τοῦ κασιγνήτου τί φής,
 
ἥξοντος ἢ μέλλοντος; εἰδέναι θέλω.
Ἠλέκτρα
φησίν γε· φάσκων δʼ οὐδὲν ὧν λέγει ποεῖ.
Χορός
φιλεῖ γὰρ ὀκνεῖν πρᾶγμʼ ἀνὴρ πράσσων μέγα. 320
Ἠλέκτρα
καὶ μὴν ἔγωγʼ ἔσωσʼ ἐκεῖνον οὐκ ὄκνῳ.
Χορός
θάρσει· πέφυκεν ἐσθλός, ὥστʼ ἀρκεῖν φίλοις.
Ἠλέκτρα
πέποιθʼ, ἐπεί τἂν οὐ μακρὰν ἔζων ἐγώ.
Χορός
μὴ νῦν ἔτʼ εἴπῃς μηδέν· ὡς δόμων ὁρῶ
 
τὴν σὴν ὅμαιμον ἐκ πατρὸς ταὐτοῦ φύσιν, 325
 
Χρυσόθεμιν, ἔκ τε μητρός, ἐντάφια χεροῖν
 
φέρουσαν, οἷα τοῖς κάτω νομίζεται.
Χρυσόθεμις
τίνʼ αὖ σὺ τήνδε πρὸς θυρῶνος ἐξόδοις
 
ἐλθοῦσα φωνεῖς, ὦ κασιγνήτη, φάτιν,
 
κοὐδʼ ἐν χρόνῳ μακρῷ διδαχθῆναι θέλεις 330
 
θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά;
 
καίτοι τοσοῦτόν γʼ οἶδα κἀμαυτήν, ὅτι
 
ἀλγῶ ʼπὶ τοῖς παροῦσιν· ὥστʼ ἄν, εἰ σθένος
 
λάβοιμι, δηλώσαιμʼ ἂν οἷʼ αὐτοῖς φρονῶ.
 
νῦν δʼ ἐν κακοῖς μοι πλεῖν ὑφειμένῃ δοκεῖ, 335
 
καὶ μὴ δοκεῖν μὲν δρᾶν τι, πημαίνειν δὲ μή·
 
τοιαῦτα δʼ ἄλλα καὶ σὲ βούλομαι ποεῖν.
 
καίτοι τὸ μὲν δίκαιον οὐχ ᾗ ʼγὼ λέγω,
 
ἀλλʼ ᾗ σὺ κρίνεις· εἰ δʼ ἐλευθέραν με δεῖ
 
ζῆν, τῶν κρατούντων ἐστὶ πάντʼ ἀκουστέα. 340
Ἠλέκτρα
δεινόν γέ σʼ οὖσαν πατρὸς οὗ σὺ παῖς ἔφυς,
 
κείνου λελῆσθαι, τῆς δὲ τικτούσης μέλειν.
 
ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα
 
κείνης διδακτά, κοὐδὲν ἐκ σαυτῆς λέγεις.
 
ἔπειθʼ ἑλοῦ γε θάτερʼ, ἢ φρονεῖν κακῶς 345
 
ἢ τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν·
 
ἥτις λέγεις μὲν ἀρτίως ὡς, εἰ λάβοις
 
σθένος, τὸ τούτων μῖσος ἐκδείξειας ἄν,
 
ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένης
 
οὔτε ξυνέρδεις τήν τε δρῶσαν ἐκτρέπεις. 350
 
οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει;
 
ἐπεὶ δίδαξον, ἢ μάθʼ ἐξ ἐμοῦ, τί μοι
 
κέρδος γένοιτʼ ἂν τῶνδε ληξάσῃ γόων.
 
οὐ ζῶ; κακῶς μέν, οἶδʼ, ἐπαρκούντως δʼ ἐμοί.
 
λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότι 355
 
τιμὰς προσάπτειν, εἴ τις ἔστʼ ἐκεῖ χάρις.
 
σὺ δʼ ἡμὶν ἡ μισοῦσα μισεῖς μὲν λόγῳ,
 
ἔργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει.
 
ἐγὼ μὲν οὖν οὐκ ἄν ποτʼ, οὐδʼ εἴ μοι τὰ σὰ
 
μέλλοι τις οἴσειν δῶρʼ, ἐφʼ οἷσι νῦν χλιδᾷς, 360
 
τούτοις ὑπεικάθοιμι· σοὶ δὲ πλουσία
 
τράπεζα κείσθω καὶ περιρρείτω βίος.
 
ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυπεῖν μόνον
 
βόσκημα· τῆς σῆς δʼ οὐκ ἐρῶ τιμῆς τυχεῖν,
 
οὐδʼ ἂν σύ, σώφρων γʼ οὖσα. νῦν δʼ ἐξὸν πατρὸς 365
 
πάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦ
 
τῆς μητρός· οὕτω γὰρ φανεῖ πλείστοις κακή,
 
θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς.
Χορός
μηδὲν πρὸς ὀργήν, πρὸς θεῶν· ὡς τοῖς λόγοις
 
ἔνεστιν ἀμφοῖν κέρδος, εἰ σὺ μὲν μάθοις 370
 
τοῖς τῆσδε χρῆσθαι, τοῖς δὲ σοῖς αὕτη πάλιν.
Χρυσόθεμις
ἐγὼ μέν, ὦ γυναῖκες, ἠθάς εἰμί πως
 
τῶν τῆσδε μύθων· οὐδʼ ἂν ἐμνήσθην ποτέ,
 
εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸν
 
ἤκουσʼ, ὃ ταύτην τῶν μακρῶν σχήσει γόων. 375
Ἠλέκτρα
φέρʼ εἰπὲ δὴ τὸ δεινόν· εἰ γὰρ τῶνδέ μοι
 
μεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμʼ ἔτι.
Χρυσόθεμις
ἀλλʼ ἐξερῶ σοι πᾶν ὅσον κάτοιδʼ ἐγώ.
 
μέλλουσι γάρ σʼ, εἰ τῶνδε μὴ λήξεις γόων,
 
ἐνταῦθα πέμψειν ἔνθα μή ποθʼ ἡλίου 380
 
φέγγος προσόψει, ζῶσα δʼ ἐν κατηρεφεῖ
 
στέγῃ χθονὸς τῆσδʼ ἐκτὸς ὑμνήσεις κακά.
 
πρὸς ταῦτα φράζου καί με μή ποθʼ ὕστερον
 
παθοῦσα μέμψῃ· νῦν γὰρ ἐν καλῷ φρονεῖν.
Ἠλέκτρα
ἦ ταῦτα δή με καὶ βεβούλευνται ποεῖν; 385
Χρυσόθεμις
μάλισθʼ· ὅταν περ οἴκαδʼ Αἴγισθος μόλῃ.
Ἠλέκτρα
ἀλλʼ ἐξίκοιτο τοῦδέ γʼ οὕνεκʼ ἐν τάχει.
Χρυσόθεμις
τίνʼ, ὦ τάλαινα, τόνδʼ ἐπηράσω λόγον;
Ἠλέκτρα
ἐλθεῖν ἐκεῖνον, εἴ τι τῶνδε δρᾶν νοεῖ.
Χρυσόθεμις
ὅπως πάθῃς τί χρῆμα; ποῦ ποτʼ εἶ φρενῶν; 390
Ἠλέκτρα
ὅπως ἀφʼ ὑμῶν ὡς προσωτάτω φύγω.
Χρυσόθεμις
βίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις;
Ἠλέκτρα
καλὸς γὰρ οὑμὸς βίοτος ὥστε θαυμάσαι.
Χρυσόθεμις
ἀλλʼ ἦν ἄν, εἰ σύ γʼ εὖ φρονεῖν ἠπίστασο.
Ἠλέκτρα
μή μʼ ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν. 395
Χρυσόθεμις
ἀλλʼ οὐ διδάσκω· τοῖς κρατοῦσι δʼ εἰκαθεῖν.
Ἠλέκτρα
σὺ ταῦτα θώπευʼ· οὐκ ἐμοὺς τρόπους λέγεις.
Χρυσόθεμις
καλόν γε μέντοι μὴ ʼξ ἀβουλίας πεσεῖν.
Ἠλέκτρα
πεσούμεθʼ, εἰ χρή, πατρὶ τιμωρούμενοι.
Χρυσόθεμις
πατὴρ δὲ τούτων, οἶδα, συγγνώμην ἔχει. 400
Ἠλέκτρα
ταῦτʼ ἐστὶ τἄπη πρὸς κακῶν ἐπαινέσαι.
Χρυσόθεμις
σὺ δʼ οὐχὶ πείσει καὶ συναινέσεις ἐμοί;
Ἠλέκτρα
οὐ δῆτα· μή πω νοῦ τοσόνδʼ εἴην κενή.
Χρυσόθεμις
χωρήσομαί τἄρʼ οἷπερ ἐστάλην ὁδοῦ.
Ἠλέκτρα
ποῖ δʼ ἐμπορεύει; τῷ φέρεις τάδʼ ἔμπυρα; 405
Χρυσόθεμις
μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς.
Ἠλέκτρα
πῶς εἶπας; ἦ τῷ δυσμενεστάτῳ βροτῶν;
Χρυσόθεμις
ὃν ἔκτανʼ αὐτή· τοῦτο γὰρ λέξαι θέλεις.
Ἠλέκτρα
ἐκ τοῦ φίλων πεισθεῖσα; τῷ τοῦτʼ ἤρεσεν;
Χρυσόθεμις
ἐκ δείματός του νυκτέρου, δοκεῖν ἐμοί; 410
Ἠλέκτρα
ὦ θεοὶ πατρῷοι, συγγένεσθέ γʼ ἀλλὰ νῦν.
Χρυσόθεμις
ἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι;
Ἠλέκτρα
εἴ μοι λέγοις τὴν ὄψιν, εἴποιμʼ ἂν τότε.
Χρυσόθεμις
ἀλλʼ οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι.
Ἠλέκτρα
λέγʼ ἀλλὰ τοῦτο· πολλά τοι σμικροὶ λόγοι 415
 
ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς.
Χρυσόθεμις
λόγος τις αὐτήν ἐστιν εἰσιδεῖν πατρὸς
 
τοῦ σοῦ τε κἀμοῦ δευτέραν ὁμιλίαν
 
ἐλθόντος ἐς φῶς· εἶτα τόνδʼ ἐφέστιον
 
πῆξαι λαβόντα σκῆπτρον οὑφόρει ποτὲ 420
 
αὐτός, τανῦν δʼ Αἴγισθος· ἐκ δὲ τοῦδʼ ἄνω
 
βλαστεῖν βρύοντα θαλλόν, ᾧ κατάσκιον
 
πᾶσαν γενέσθαι τὴν Μυκηναίων χθόνα.
 
τοιαῦτά του παρόντος, ἡνίχʼ Ἡλίῳ
 
δείκνυσι τοὔναρ, ἔκλυον ἐξηγουμένου. 425
 
πλείω δὲ τούτων οὐ κάτοιδα, πλὴν ὅτι
 
πέμπει με κείνη τοῦδε τοῦ φόβου χάριν.
 
πρός νυν θεῶν σε λίσσομαι τῶν ἐγγενῶν
 
ἐμοὶ πιθέσθαι μηδʼ ἀβουλίᾳ πεσεῖν·
 
εἰ γάρ μʼ ἀπώσει, σὺν κακῷ μέτει πάλιν. 430
Ἠλέκτρα
ἀλλʼ, ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν
 
τύμβῳ προσάψῃς μηδέν· οὐ γάρ σοι θέμις
 
οὐδʼ ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναι
 
κτερίσματʼ οὐδὲ λουτρὰ προσφέρειν πατρί·
 
ἀλλʼ ἢ πνοαῖσιν ἢ βαθυσκαφεῖ κόνει 435
 
κρύψον νιν, ἔνθα μή ποτʼ εἰς εὐνὴν πατρὸς
 
τούτων πρόσεισι μηδέν· ἀλλʼ ὅταν θάνῃ
 
κειμήλιʼ αὐτῇ ταῦτα σῳζέσθω κάτω.
 
ἀρχὴν δʼ ἄν, εἰ μὴ τλημονεστάτη γυνὴ
 
πασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰς 440
 
οὐκ ἄν ποθʼ ὅν γʼ ἔκτεινε, τῷδʼ ἐπέστεφε.
 
σκέψαι γὰρ εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖ
 
γέρα τάδʼ οὑν τάφοισι δέξεσθαι νέκυς,
 
ὑφʼ ἧς θανὼν ἄτιμος, ὥστε δυσμενής,
 
ἐμασχαλίσθη, κἀπὶ λουτροῖσιν κάρᾳ 445
 
κηλῖδας ἐξέμαξεν. ἆρα μὴ δοκεῖς
 
λυτήριʼ αὐτῇ ταῦτα τοῦ φόνου φέρειν;
 
οὐχ ἔστιν. ἀλλὰ ταῦτα μὲν μέθες· σὺ δὲ
 
τεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβας
 
κἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδʼ, ἀλλʼ ὅμως 450
 
ἅχω, δὸς αὐτῷ, τήνδʼ ἀλιπαρῆ τρίχα
 
καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον.
 
αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆ
 
ἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν,
 
καὶ παῖδʼ Ὀρέστην ἐξ ὑπερτέρας χερὸς 455
 
ἐχθροῖσιν αὐτοῦ ζῶντʼ ἐπεμβῆναι ποδί,
 
ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραις
 
χερσὶν στέφωμεν ἢ τανῦν δωρούμεθα.
 
οἶμαι μὲν οὖν, οἶμαί τι κἀκείνῳ μέλον
 
πέμψαι τάδʼ αὐτῇ δυσπρόσοπτʼ ὀνείρατα· 460
 
ὅμως δʼ, ἀδελφή, σοί θʼ ὑπούργησον τάδε
 
ἐμοί τʼ ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶν
 
πάντων, ἐν Ἅιδου κειμένῳ κοινῷ πατρί.
Χορός
πρὸς εὐσέβειαν ἡ κόρη λέγει· σὺ δέ,
 
εἰ σωφρονήσεις, ὦ φίλη, δράσεις τάδε. 465
Χρυσόθεμις
δράσω· τὸ γὰρ δίκαιον οὐχ ἔχει λόγον
 
δυοῖν ἐρίζειν, ἀλλʼ ἐπισπεύδειν τὸ δρᾶν.
 
πειρωμένῃ δὲ τῶνδε τῶν ἔργων ἐμοὶ
 
σιγὴ παρʼ ὑμῶν, πρὸς θεῶν, ἔστω, φίλαι·
 
ὡς εἰ τάδʼ ἡ τεκοῦσα πεύσεται, πικρὰν 470
 
δοκῶ με πεῖραν τήνδε τολμήσειν ἔτι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi