Thesauros Edebiyat Tragedya Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος Sophocles

Stasimon 3

[Choral 1]
εἴ μοι ξυνείη φέροντι
Χορός
μοῖρα τὰν εὔσεπτον ἁγνείαν λόγων
 
ἔργων τε πάντων, ὧν νόμοι πρόκεινται 865
 
ὑψίποδες, οὐρανίαν
 
διʼ αἰθέρα τεκνωθέντες, ὧν Ὄλυμπος
 
πατὴρ μόνος, οὐδέ νιν
 
θνατὰ φύσις ἀνέρων
 
ἔτικτεν οὐδὲ μή ποτε λάθα κατακοιμάσῃ· 870
 
μέγας ἐν τούτοις θεὸς οὐδὲ γηράσκει.
 
ὕβρις φυτεύει τύραννον·
 
ὕβρις, εἰ πολλῶν ὑπερπλησθῇ μάταν,
 
ἃ μὴ ʼπίκαιρα μηδὲ συμφέροντα, 875
 
ἀκρότατον εἰσαναβᾶσʼ
 
αἶπος ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν,
 
ἔνθʼ οὐ ποδὶ χρησίμῳ
 
χρῆται. τὸ καλῶς δʼ ἔχον 880
 
πόλει πάλαισμα μήποτε λῦσαι θεὸν αἰτοῦμαι.
 
θεὸν οὐ λήξω ποτὲ προστάταν ἴσχων.
[Choral 2]
εἰ δέ τις ὑπέροπτα χερσὶν ἢ λόγῳ πορεύεται,
Χορός
δίκας ἀφόβητος οὐδὲ δαιμόνων ἕδη σέβων, 885
 
κακά νιν ἕλοιτο μοῖρα,
 
δυσπότμου χάριν χλιδᾶς,
 
εἰ μὴ τὸ κέρδος κερδανεῖ δικαίως
 
καὶ τῶν ἀσέπτων ἔρξεται 890
 
ἢ τῶν ἀθίκτων θίξεται ματᾴζων.
 
τίς ἔτι ποτʼ ἐν τοῖσδʼ ἀνὴρ θεῶν βέλη
 
εὔξεται ψυχᾶς ἀμύνειν;
 
εἰ γὰρ αἱ τοιαίδε πράξεις τίμιαι, 895
 
τί δεῖ με χορεύειν;
 
οὐκέτι τὸν ἄθικτον εἶμι γᾶς ἐπʼ ὀμφαλὸν σέβων,
 
οὐδʼ ἐς τὸν Ἀβαῖσι ναὸν οὐδὲ τὰν Ὀλυμπίαν, 900
 
εἰ μὴ τάδε χειρόδεικτα
 
πᾶσιν ἁρμόσει βροτοῖς.
 
ἀλλʼ, ὦ κρατύνων, εἴπερ ὄρθʼ ἀκούεις,
 
Ζεῦ, πάντʼ ἀνάσσων, μὴ λάθοι 905
 
σὲ τάν τε σὰν ἀθάνατον αἰὲν ἀρχάν.
 
φθίνοντα γὰρ Λαΐου παλαίφατα
 
θέσφατʼ ἐξαιροῦσιν ἤδη,
 
κοὐδαμοῦ τιμαῖς Ἀπόλλων ἐμφανής·
 
ἔρρει δὲ τὰ θεῖα. 910

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi