Thesauros Edebiyat Tragedya Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος Sophocles

Stasimon 2

[Choral 1]
πιθοῦ θελήσας φρονήσας τʼ, ἄναξ, λίσσομαι.
Οἰδίπους
τί σοι θέλεις δῆτʼ εἰκάθω; 650
Χορός
τὸν οὔτε πρὶν νήπιον νῦν τʼ ἐν ὅρκῳ μέγαν καταίδεσαι.
Οἰδίπους
οἶσθʼ οὖν ἃ χρῄζεις;
Χορός
οἶδα.
Οἰδίπους
φράζε δὴ τί φής.
Χορός
τὸν ἐναγῆ φίλον μήποτʼ ἐν αἰτίᾳ 655
 
σὺν ἀφανεῖ λόγῳ σʼ ἄτιμον βαλεῖν.
Οἰδίπους
εὖ νυν ἐπίστω, ταῦθʼ ὅταν ζητῇς, ἐμοὶ
 
ζητῶν ὄλεθρον ἢ φυγὴν ἐκ τῆσδε γῆς.
[Choral 2]
οὐ τὸν πάντων θεῶν θεὸν πρόμον 660
Χορός
Ἅλιον· ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματον
 
ὀλοίμαν, φρόνησιν εἰ τάνδʼ ἔχω.
 
ἀλλά μοι δυσμόρῳ γᾶ φθινὰς 665
 
τρύχει ψυχάν, τάδʼ εἰ κακοῖς κακὰ
 
προσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν.
Οἰδίπους
ὁ δʼ οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖν
 
ἢ γῆς ἄτιμον τῆσδʼ ἀπωσθῆναι βίᾳ. 670
 
τὸ γὰρ σόν, οὐ τὸ τοῦδʼ, ἐποικτίρω στόμα
 
ἐλεινόν· οὗτος δʼ ἔνθʼ ἂν ᾖ στυγήσεται.
Κρέων
στυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δʼ, ὅταν
 
θυμοῦ περάσῃς· αἱ δὲ τοιαῦται φύσεις
 
αὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν. 675
Οἰδίπους
οὔκουν μʼ ἐάσεις κἀκτὸς εἶ;
Κρέων
πορεύσομαι,
 
σοῦ μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδʼ ἴσος.
[Choral 1]
γύναι, τί μέλλεις κομίζειν δόμων τόνδʼ ἔσω;
Ἰοκάστη
μαθοῦσά γʼ ἥτις ἡ τύχη. 680
Χορός
δόκησις ἀγνὼς λόγων ἦλθε, δάπτει δὲ καὶ τὸ μὴ ʼνʼδικον.
Ἰοκάστη
ἀμφοῖν ἀπʼ αὐτοῖν;
Χορός
ναίχι.
Ἰοκάστη
καὶ τίς ἦν λόγος;
Χορός
ἅλις ἔμοιγʼ, ἅλις, γᾶς προπονουμένας, 685
 
φαίνεται ἔνθʼ ἔληξεν αὐτοῦ μένειν.
Οἰδίπους
ὁρᾷς ἵνʼ ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ,
 
τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ;
[Choral 2]
ὦναξ, εἶπον μὲν οὐχ ἅπαξ μόνον, 690
Χορός
ἴσθι δὲ παραφρόνιμον, ἄπορον ἐπὶ φρόνιμα
 
πεφάνθαι μʼ ἄν, εἴ σʼ ἐνοσφιζόμαν,
 
ὅς τʼ ἐμὰν γᾶν φίλαν ἐν πόνοις
 
ἀλύουσαν κατʼ ὀρθὸν οὔρισας, 695
 
τανῦν τʼ εὔπομπος, ἂν γένοιο.
Ἰοκάστη
πρὸς θεῶν δίδαξον κἄμʼ, ἄναξ, ὅτου ποτὲ
 
μῆνιν τοσήνδε πράγματος στήσας ἔχεις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi