Thesauros Edebiyat Tragedya Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος Sophocles

Stasimon 1

[Choral 1]
τίς ὅντινʼ ἁ θεσπιέπεια Δελφὶς εἶπε πέτρα
Χορός
ἄρρητʼ ἀρρήτων τελέσαντα φοινίαισι χερσίν; 465
 
ὥρα νιν ἀελλάδων
 
ἵππων σθεναρώτερον
 
φυγᾷ πόδα νωμᾶν.
 
ἔνοπλος γὰρ ἐπʼ αὐτὸν ἐπενθρῴσκει
 
πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας, 470
 
δειναὶ δʼ ἅμʼ ἕπονται
 
κῆρες ἀναπλάκητοι
 
ἔλαμψε γὰρ τοῦ νιφόεντος ἀρτίως φανεῖσα
 
φάμα Παρνασοῦ τὸν ἄδηλον ἄνδρα πάντʼ ἰχνεύειν.
 
φοιτᾷ γὰρ ὑπʼ ἀγρίαν 475
 
ὕλαν ἀνά τʼ ἄντρα καὶ
 
πέτρας ἰσόταυρος
 
μέλεος μελέῳ ποδὶ χηρεύων,
 
τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων 480
 
μαντεῖα· τὰ δʼ ἀεὶ
 
ζῶντα περιποτᾶται.
[Choral 2]
δεινὰ μὲν οὖν, δεινὰ ταράσσει σοφὸς οἰωνοθέτας
Χορός
οὔτε δοκοῦντʼ οὔτʼ ἀποφάσκονθʼ· ὅ τι λέξω δʼ ἀπορῶ. 485
 
πέτομαι δʼ ἐλπίσιν οὔτʼ, ἐνθάδʼ ὁρῶν οὔτʼ ὀπίσω.
 
τί γὰρ ἢ Λαβδακίδαις
 
ἢ τῷ Πολύβου νεῖκος ἔκειτʼ, οὔτε πάροιθέν ποτʼ ἔγωγʼ 490
 
ἔμαθον, πρὸς ὅτου δὴ βασανίζων βασάνῳ
 
ἐπὶ τὰν ἐπίδαμον φάτιν εἶμʼ Οἰδιπόδα Λαβδακίδαις
 
ἐπίκουρος ἀδήλων θανάτων. 495
 
ἀλλʼ ὁ μὲν οὖν Ζεὺς ὅ τʼ Ἀπόλλων ξυνετοὶ καὶ τὰ βροτῶν
 
εἰδότες· ἀνδρῶν δʼ ὅτι μάντις πλέον ἢ ʼγὼ φέρεται, 500
 
κρίσις οὔκ ἔστιν ἀλαθής· σοφίᾳ δʼ ἂν σοφίαν
 
παραμείψειεν ἀνήρ.
 
ἀλλʼ οὔποτʼ ἔγωγʼ ἄν, πρὶν ἴδοιμʼ ὀρθὸν ἔπος, μεμφομένων ἂν καταφαίην. 505
 
φανερὰ γὰρ ἐπʼ αὐτῷ, πτερόεσσʼ ἦλθε κόρα
 
ποτέ, καὶ σοφὸς ὤφθη βασάνῳ θʼ ἁδύπολις τῷ ἀπʼ ἐμᾶς 510
 
φρενὸς οὔποτʼ ὀφλήσει κακίαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi