Thesauros Edebiyat Tragedya Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος Sophocles

Parodos

[Choral 1]
ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσου
Χορός
Πυθῶνος ἀγλαὰς ἔβας
 
Θήβας; ἐκτέταμαι φοβερὰν φρένα, δείματι πάλλων,
 
ἰήιε Δάλιε Παιάν,
 
ἀμφὶ σοὶ ἁζόμενος τί μοι ἢ νέον 155
 
ἢ περιτελλομέναις ὥραις πάλιν ἐξανύσεις χρέος.
 
εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος, ἄμβροτε Φάμα.
 
πρῶτα σὲ κεκλόμενος, θύγατερ Διός, ἄμβροτʼ Ἀθάνα 160
 
γαιάοχόν τʼ ἀδελφεὰν
 
Ἄρτεμιν, ἃ κυκλόεντʼ ἀγορᾶς θρόνον εὐκλέα θάσσει,
 
καὶ Φοῖβον ἑκαβόλον, ἰὼ
 
τρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι,
 
εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ ὀρνυμένας πόλει 165
 
ἠνύσατʼ ἐκτοπίαν φλόγα πήματος, ἔλθετε καὶ νῦν.
[Choral 2]
ὦ πόποι, ἀνάριθμα γὰρ φέρω
Χορός
πήματα· νοσεῖ δέ μοι πρόπας στόλος, οὐδʼ ἔνι φροντίδος ἔγχος 170
 
ᾧ τις ἀλέξεται. οὔτε γὰρ ἔκγονα
 
κλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισιν
 
ἰηίων καμάτων ἀνέχουσι γυναῖκες·
 
ἄλλον δʼ ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνιν 175
← Önceki bölüm Parodos · 1 / 3 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi