Thesauros Edebiyat Tragedya Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος Sophocles

Stasimon 6

[Choral 2]
ἔτʼ ἔστʼ ἀκούειν ἡδονᾷ φίλοι;
Οἰδίπους
ἀπάγετʼ ἐκτόπιον ὅ τι τάχιστά με, 1340
 
ἀπάγετʼ, ὦ φίλοι, τὸν μέγʼ ὀλέθριον
 
τὸν καταρατότατον, ἔτι δὲ καὶ θεοῖς
 
ἐχθρότατον βροτῶν. 1345
Χορός
δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον,
 
ὡς σʼ ἠθέλησα μηδέ γʼ ἂν γνῶναί ποτε.
Οἰδίπους
ὄλοιθʼ ὅστις ἦν, ὃς ἀγρίας πέδας
 
μονάδʼ ἐπιποδίας ἔλυσʼ μʼ ἀπό τε φόνου 1350
 
ἔρυτο κἀνέσωσεν, οὐδὲν εἰς χάριν πράσσων.
 
τότε γὰρ ἂν θανὼν
 
οὐκ ἦ φίλοισιν οὐδʼ ἐμοὶ τοσόνδʼ ἄχος. 1355
Χορός
θέλοντι κἀμοὶ τοῦτʼ ἂν ἦν.
Οἰδίπους
οὔκουν πατρός γʼ ἂν φονεὺς
 
ἦλθον οὐδὲ νυμφίος
 
βροτοῖς ἐκλήθην ὧν ἔφυν ἄπο.
 
νῦν δʼ ἄθεος μέν εἰμʼ, ἀνοσίων δὲ παῖς, 1360
 
ὁμολεχὴς δʼ ἀφʼ ὧν αὐτὸς ἔφυν τάλας.
 
εἰ δέ τι πρεσβύτερον ἔτι κακοῦ κακόν, 1365
 
τοῦτʼ ἔλαχʼ Οἰδίπους.
← Önceki Stasimon 6 · 3 / 3 Sonraki bölüm →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi