Thesauros Edebiyat Tragedya Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος Sophocles

Stasimon 4

[Choral 1]
εἴπερ ἐγὼ μάντις εἰμὶ καὶ κατὰ γνώμαν ἴδρις,
Χορός
οὐ τὸν Ὄλυμπον ἀπείρων, ὦ Κιθαιρών,
 
οὐκ ἔσει τὰν αὔριον 1090
 
πανσέληνον, μὴ οὐ σέ γε καὶ πατριώταν Οἰδίπουν
 
καὶ τροφὸν καὶ ματέρʼ αὔξειν,
 
καὶ χορεύεσθαι πρὸς ἡμῶν, ὡς ἐπὶ ἦρα φέροντα τοῖς ἐμοῖς τυράννοις. 1095
 
ἰήϊε Φοῖβε, σοὶ δὲ ταῦτʼ ἀρέστʼ εἴη.
 
τίς σε, τέκνον, τίς σʼ ἔτικτε τᾶν μακραιώνων ἄρα
 
Πανὸς ὀρεσσιβάτα πατρὸς πελασθεῖσʼ; 1100
 
ἢ σέ γʼ εὐνάτειρά τις
 
Λοξίου; τῷ γὰρ πλάκες ἀγρόνομοι πᾶσαι φίλαι·
 
εἴθʼ ὁ Κυλλάνας ἀνάσσων, 1105
 
εἴθʼ ὁ Βακχεῖος θεὸς ναίων ἐπʼ ἄκρων ὀρέων σʼ εὕρημα δέξατʼ ἔκ του
 
Νυμφᾶν Ἑλικωνίδων, αἷς πλεῖστα συμπαίζει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi