Thesauros Edebiyat Tragedya Αἴας

Αἴας

Αἴας Sophocles

Epeisodion 4

Αἴας
ἅπανθʼ ὁ μακρὸς κἀναρίθμητος χρόνος
 
φύει τʼ ἄδηλα καὶ φανέντα κρύπτεται·
 
κοὐκ ἔστʼ ἄελπτον οὐδέν, ἀλλʼ ἁλίσκεται
 
χὠ δεινὸς ὅρκος χαἰ περισκελεῖς φρένες.
 
κἀγὼ γάρ, ὃς τὰ δείνʼ ἐκαρτέρουν τότε, 650
 
βαφῇ σίδηρος ὣς ἐθηλύνθην στόμα
 
πρὸς τῆσδε τῆς γυναικός· οἰκτίρω δέ νιν
 
χήραν παρʼ ἐχθροῖς παῖδά τʼ ὀρφανὸν λιπεῖν.
 
ἀλλʼ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους
 
λειμῶνας, ὡς ἂν λύμαθʼ ἁγνίσας ἐμὰ 655
 
μῆνιν βαρεῖαν ἐξαλύξωμαι θεᾶς·
 
μολών τε χῶρον ἔνθʼ ἂν ἀστιβῆ κίχω,
 
κρύψω τόδʼ ἔγχος τοὐμόν, ἔχθιστον βελῶν,
 
γαίας ὀρύξας ἔνθα μή τις ὄψεται·
 
ἀλλʼ αὐτὸ νὺξ Ἅιδης τε σῳζόντων κάτω. 660
 
ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτʼ ἐδεξάμην
 
παρʼ Ἕκτορος δώρημα δυσμενεστάτου,
 
οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα.
 
ἀλλʼ ἔστʼ ἀληθὴς ἡ βροτῶν παροιμία,
 
ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα. 665
 
τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς
 
εἴκειν, μαθησόμεσθα δʼ Ἀτρείδας σέβειν.
 
ἄρχοντές εἰσιν, ὥσθʼ ὑπεικτέον. τί μήν;
 
καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα
 
τιμαῖς ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖς 670
 
χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει·
 
ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος
 
τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν·
 
δεινῶν τʼ ἄημα πνευμάτων ἐκοίμισε
 
στένοντα πόντον· ἐν δʼ ὁ παγκρατὴς ὕπνος 675
 
λύει πεδήσας, οὐδʼ ἀεὶ λαβὼν ἔχει.
 
ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;
 
ἔγωγʼ· ἐπίσταμαι γὰρ ἀρτίως ὅτι
 
ὅ τʼ ἐχθρὸς ἡμῖν ἐς τοσόνδʼ ἐχθαρτέος,
 
ὡς καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον 680
 
τοσαῦθʼ ὑπουργῶν ὠφελεῖν βουλήσομαι,
 
ὡς αἰὲν οὐ μενοῦντα· τοῖς πολλοῖσι γὰρ
 
βροτῶν ἄπιστός ἐσθʼ ἑταιρείας λιμήν.
 
ἀλλʼ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει· σὺ δὲ
 
ἔσω θεοῖς ἐλθοῦσα διὰ τάχους, γύναι, 685
 
εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ.
 
ὑμεῖς δʼ, ἑταῖροι, ταὐτὰ τῇδέ μοι τάδε
 
τιμᾶτε, Τεύκρῳ τʼ, ἢν μόλῃ, σημήνατε
 
μέλειν μὲν ἡμῶν, εὐνοεῖν δʼ ὑμῖν ἅμα.
 
ἐγὼ γὰρ εἶμʼ ἐκεῖσʼ ὅποι πορευτέον· 690
 
ὑμεῖς δʼ ἃ φράζω δρᾶτε, καὶ τάχʼ ἄν μʼ ἴσως
 
πύθοισθε, κεἰ νῦν δυστυχῶ, σεσωσμένον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi