Thesauros Edebiyat Tragedya Αἴας

Αἴας

Αἴας Sophocles

Stasimon 1

[Episode]
ναὸς ἀρωγοὶ τῆς Αἴαντος,
Τέκμησσα
γενεᾶς χθονίων ἀπʼ Ἐρεχθειδῶν,
 
ἔχομεν στοναχὰς οἱ κηδόμενοι
 
τοῦ Τελαμῶνος τηλόθεν οἴκου.
 
νῦν γὰρ ὁ δεινὸς μέγας ὠμοκρατὴς 205
 
Αἴας θολερῷ
 
κεῖται χειμῶνι νοσήσας.
Χορός
τί δʼ ἐνήλλακται τῆς ἡμερίας
 
νὺξ ἥδε βάρος;
 
παῖ τοῦ Φρυγίου Τελεύταντος, 210
 
λέγʼ, ἐπεὶ σὲ λέχος δουριάλωτον
 
στέρξας ἀνέχει θούριος Αἴας·
 
ὥστʼ οὐκ ἂν ἄϊδρις ὑπείποις.
[Choral]
πῶς δῆτα λέγω λόγον ἄρρητον;
Τέκμησσα
θανάτῳ γὰρ ἴσον βάρος ἐκπεύσει. 215
 
μανίᾳ γὰρ ἁλοὺς ἡμὶν ὁ κλεινὸς
 
νύκτερος Αἴας ἀπελωβήθη.
 
τοιαῦτʼ ἂν ἴδοις σκηνῆς ἔνδον
 
χειροδάϊκτα σφάγιʼ αἱμοβαφῆ,
 
κείνου χρηστήρια τἀνδρός. 220
[Choral 1]
οἵαν ἐδήλωσας ἀνέρος αἴθονος
Χορός
ἀγγελίαν ἄτλατον οὐδὲ φευκτάν,
 
τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν, 225
 
τὰν ὁ μέγας μῦθος ἀέξει.
 
οἴμοι φοβοῦμαι τὸ προσέρπον· περίφαντος ἁνὴρ
 
θανεῖται, παραπλάκτῳ χερὶ συγκατακτὰς 230
 
κελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμας.
[Choral]
ὤμοι· κεῖθεν κεῖθεν ἄρʼ ἡμῖν
Τέκμησσα
δεσμῶτιν ἄγων ἤλυθε ποίμνην·
 
ὧν τὴν μὲν ἔσω σφάζʼ ἐπὶ γαίας, 235
 
τὰ δὲ πλευροκοπῶν δίχʼ ἀνερρήγνυ.
 
δύο δʼ ἀργίποδας κριοὺς ἀνελὼν
 
τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν
 
ῥιπτεῖ θερίσας, τὸν δʼ ὀρθὸν ἄνω
 
κίονι δήσας 240
 
μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν
 
παίει λιγυρᾷ μάστιγι διπλῇ,
 
κακὰ δεννάζων ῥήμαθʼ, ἃ δαίμων
 
κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν.
[Choral 1]
ὥρα τινʼ ἤδη τοι κρᾶτα καλύμμασι 245
Χορός
κρυψάμενον ποδοῖν κλοπὰν ἀρέσθαι
 
ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον
 
ποντοπόρῳ ναῒ μεθεῖναι. 250
 
τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι
 
καθʼ ἡμῶν· πεφόβημαι λιθόλευστον Ἄρη
 
ξυναλγεῖν μετὰ τοῦδε τυπείς, τὸν αἶσʼ ἄπλατος ἴσχει. 255
[Choral]
οὐκέτι· λαμπρᾶς γὰρ ἄτερ στεροπῆς
Τέκμησσα
ᾄξας ὀξὺς νότος ὣς λήγει,
 
καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει·
 
τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη, 260
 
μηδενὸς ἄλλου παραπράξαντος,
 
μεγάλας ὀδύνας ὑποτείνει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi